Κυριακή 29 Μαΐου 2016

ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΟΥ ΝΕΟΥ ΟΜΟΛΟΓΗΤΗ 1870 - 1955




Ἐκκλησία Γνησίων Ὀρθοδόξων Χριστιανῶν



ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ



Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
Χρυσοστόμου Μητροπολίτου πρώην Φλωρίνης τοῦ Νέου Ὁμολογητοῦ


Λέγει ὁ Μέγας Ἀπόστολος Παῦλος περὶ τοῦ Δικαίου Μωϋσέως, ὅτι προετίμησε μᾶλλον «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ» (Ἑβρ. ια΄ 25-26). Τοῦτον τὸν Θεόπτην Προφήτην μιμησάμενος, ὁ Ἀοίδιμος Μητροπολίτης πρώην Φλωρίνης Χρυσόστομος, προετίμησεν ὑποστῆναι μυρίας κακουχίας καὶ διώξεις, ὁμοῦ μετὰ τοῦ λαοῦ τοῦ Θεοῦ τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, παρὰ νὰ ἀπολαμβάνῃ ἄνεσιν, τιμὰς καὶ πλούτη συσχηματιζόμενος μετὰ τῶν καινοτομησάντων Ἀρχιερέων. 


κ Μαδύτου τῆς ἑλληνικωτάτης Ἀνατολικῆς Θράκης καταγόμενος ὁ κατὰ κόσμον Χρυσόστομος Καβουρίδης, ἐγεννήθη τὴν ιγ΄ τοῦ μηνὸς Νοεμβρίου τοῦ χιλιοστοῦ ὀκτακοσιοστοῦ ἑβδομηκοστοῦ ἔτους, ἡμέραν μνήμης τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, οὗ καὶ τὸ ὄνομα ἔλαβεν, ἐκ νεότητος δὲ αὐτοῦ ἀγαπήσας τὸν Θεὸν καὶ προσφέρειν θελήσας ἑαυτὸν εἰς τὴν διακονίαν τῆς Ἐκκλησίας, ἐσπούδασε τὴν Ἱερὰν Ἐπιστήμην τῆς Θεολογίας καὶ ἐχειροτονήθη Διάκονος τοῦ Πατριαρχείου Κωνσταντινουπόλεως, προβιβασθεὶς δὲ εἰς τὸν τοῦ Πρεσβυτέρου καὶ Ἐπισκόπου βαθμόν, διετέλεσε Μητροπολίτης Ἴμβρου, ὕστερον Πελαγονίας καὶ εἶτα Φλωρίνης, διαπρέψας κῆρυξ τῆς εὐσεβείας καὶ διδάσκαλος τῆς ἀρετῆς ἔργῳ καὶ λόγῳ. 


Κατ’ ἐπίγνωσιν δὲ ζηλωτὴς τῆς Πατρῴας Πίστεως ὑπάρχων ὁ Ἀοίδιμος, ἀντετάχθη εἰς τὰς ἐπιβουλὰς κατὰ τῆς Ὀρθοδόξου Πίστεως καὶ συμμετεῖχεν εἰς τὴν συγκρότησιν τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, τῆς Ὁποίας ἀργότερον Προήδρευσεν εὐκλεῶς, ἀναδειχθεὶς δὲ Ποιμὴν ἄριστος τοῦ λογικοῦ Ποιμνίου τοῦ Χριστοῦ ἐν τοῖς χαλεποῖς χρόνοις τῆς ἐκ τῆς ὀρθῆς Πίστεως ἀποστασίας καὶ ὑπερμαχήσας ἔργῳ καὶ λόγῳ τῆς Πατροπαραδότου Πίστεως ἄχρι γήρατος, ἕως οὗ ἐτελεύτησε τῇ ζ’ Σεπτεμβρίου τοῦ χιλιοστοῦ ἐννεακοσιοστοῦ πεντηκοστοῦ καὶ πέμπτου σωτηρίου ἔτους. 


Θεμελιωθείσης δ᾿ οὕτω περὶ αὐτοῦ αὐθορμήτως ὑπὸ συγχρόνων καὶ μεταγενεστέρων τῆς ἀναγνωρίσεως αὐτοῦ ὡς Ὁμολογητοῦ καὶ Θαυματουργοῦ, καὶ λαβόντες ὑπ᾿ ὄψιν καὶ ὅσα δι᾿ ἀναφορᾶς αὐτοῦ καὶ εἰσηγήσεως ἐξέθεσε καὶ Συνοδικῶς ἐβεβαιώσατο ὁ Σεβασμιώτατος Μητροπολίτης Ὠρωποῦ καὶ Φυλῆς κύριος Κυπριανός, περὶ κατατάξεως τοῦ εἰρημένου Ἱεράρχου ἐν τῇ τῶν Ἁγίων καί Ὁμολογητῶν Ἱεραρχῶν χορείᾳ διατυπούμενος, ἡ ἐλαχιστότης ἡμῶν ἁπάντων τῶν Ἐπισκόπων τῶν συγκροτούντων τὴν Ἁγίαν καὶ Ἱερὰν Σύνοδον τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, ἀπιδόντες πρὸς τὴν θεάρεστον αὐτοῦ βιοτὴν καὶ πολιτείαν, τοὺς ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως καὶ εὐσεβείας ἀτρύτους αὐτοῦ ἀγῶνας καὶ καμάτους, καὶ περὶ τῆς πνευματικῆς ὠφελείας τῶν πιστῶν πρόνοιαν ποιούμενοι, καὶ διαφημισθείσης τῆς φήμης πρὸς ἡμᾶς, ὅτι τὰ τίμια αὐτοῦ Λείψανα, πλήρη εὐωδίας πνευματικῆς, ἐν τῇ Ἱερᾷ Μονῇ Κοιμήσεως τῆς Θεοτόκου Πάρνηθος Ἀττικῆς, ἔνθα ὁ μακάριος ἐτάφη, ἐντὸς ἀργυρᾶς θήκης φυλάσσονται καὶ εἰς προσκύνησιν ὑπὸ τῶν πιστῶν πρὸς ἁγιασμὸν αὐτῶν ἤδη τίθενται, καὶ ὅτι θαυμάτων παρεκτικὰ ταῦτα ὁ Κύριος ἀνέδειξεν, ἔγνωμεν συνῳδὰ τοῖς πρὸ ἡμῶν Θείοις Πατράσι τῷ κοινῷ τῆς ᾿Εκκλησίας ἔθει κατακολουθοῦντες, τὴν προσήκουσαν τοῖς ἁγίοις ἀνδράσι καὶ τούτῳ ἀπονεῖμαι τιμήν. 


Διὸ καὶ ἀποφαινόμεθα Συνοδικῶς, θεσπίζομεν καὶ διορίζομεν καὶ ἐν Ἁγίῳ διακελευόμεθα Πνεύματι, ὅπως ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς εἰς αἰῶνα τὸν ἅπαντα, ὁ προῤῥηθεὶς ἀοίδιμος Μητροπολίτης πρώην Φλωρίνης Χρυσόστομος, συναριθμῆται τῷ χορῷ τῶν Ἁγίων καὶ Ὁμολογητῶν Ἱεραρχῶν τῆς Ἐκκλησίας, ἐτησίαις ἱεροτελεστίαις καὶ ἀγιστείας τιμώμενος παρὰ τοῦ εὐσεβοῦς πληρώματος τῶν πιστῶν καὶ ὕμνοις ᾀσμάτων καὶ ἐγκωμίοις γεραιρόμενος τῇ ζ’ Σεπτεμβρίου, ἐν ᾗ τὸν βίον αὐτοῦ ἐτελεύτησεν, εἰς τιμὴν μὲν αὐτοῦ, δόξαν δὲ τοῦ ἐν Ἁγίοις θαυμαστοῦ Θεοῦ ἡμῶν, τοῦ τοὺς Ἁγίους δοξάζοντος καὶ ἐνδοξαζομένου ἐν ταῖς ἁγίαις αὐτῶν μνήμαις καὶ ἱεραῖς πανηγύρεσι. Εἰς ἔνδειξιν δὲ τούτου καὶ βεβαίωσιν ἐγένετο καὶ ἡ παροῦσα Συνοδικὴ ἡμῶν Πρᾶξις, καταστρωθεῖσα καὶ ὑπογραφεῖσα ἐν τῷ ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς Ἁγιωτάτης Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, τῇ η’ τοῦ μηνὸς Ἰανουαρίου τοῦ ἔτους δισχιλιοστοῦ καὶ δεκάτου ἕκτου. Ἐβεβαιώθη ἐν Πάρνηθι, ἐν ἔτει σωτηρίῳ δισχιλιοστῷ καὶ δεκάτῳ ἕκτῳ, κατὰ μῆνα Μάϊον, τῇ δεκάτῃ πέμπτῃ.




Εκκλησία Γνησίων Ορθοδόξων Χριστιανών


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου