ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΝΗΜΗ ΤΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ
ΠΑΤΡΙΟ ΕΚΚΛΗΣΙΑΣΤΙΚΟ ΗΜΕΡΟΛΟΓΙΟ
Ὡς γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε, συνελθόντες σήμερον, εὐφημοῦμέν σε, ὅτι τόν δρόμον τετέλεκας, τήν πίστιν τετήρηκας, καί ἐδέξω ἐκ Θεοῦ, τόν τῆς νίκης σου στέφανον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καί κινδύνων λυτρωθῆναι, τούς ἐν πίστει ἐκτελοῦντας, τήν ἀεισέβαστον μνήμην σου.
Ῥωμαλέῳ φρονήματι, πεποιθώς ηὐτομόλησας, ὥσπερ λέων ἔνδοξε, πρός τήν ἄθλησιν, ὑπερορῶν μέν τοῦ σώματος, ὡς φθείρεσθαι μέλλοντος, τῆς ἀφθάρτου δέ ψυχῆς, σοφῶς ἐπιμελούμενος, καί κολάσεων, πολυτρόποις ἰδέαις ἐπυρώθης, ὡς χρυσός κεκαθαρμένος, ἑπταπλασίως Γεώργιε.
Τῷ Σωτῆρι συνέπαθες, καί θανάτῳ τόν θάνατον, ἑκουσίως ἔνδοξε μιμησάμενος, συμβασιλεύεις λαμπρότατα, πορφύραν ἐξ αἵματος, ἐνδυσάμενος φαιδράν, καί τῷ σκήπτρῳ τῶν ἄθλων σου, ἐγκοσμούμενος, καί στεφάνῳ τῆς νίκης διαπρέπων, ἀπεράντους εἰς αἰῶνας, Μεγαλομάρτυς Γεώργιε.
Τῷ τῆς πίστεως θώρακι, καί ἀσπίδι τῆς χάριτος, καὶ Σταυροῦ τῷ δόρατι, συμφραξάμενος, τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε, καί ὡς θεῖος ἀριστεύς, τῶν δαιμόνων τάς φάλαγγας, τροπωσάμενος, σύν Ἀγγέλοις χορεύεις, τούς πιστούς δέ, περιέπων ἁγιάζεις, καί διασῴζεις καλούμενος.
Ὡς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι, σέ γινώσκομεν. Ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τήν μνήμην, τροπαιοφόρε Γεώργιε.
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτί καθεύδοντα, περιφρούρησον, ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καί ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τό θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τήν λύσιν, ὁ προσδραμών ἐν τῇ σκέπῃ σου.
Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τόν σταυρόν γάρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος, τήν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καί τήν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς Ὀρθοδόξου Πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, καί Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· Πρέσβευε δεόμεθα, ὑπέρ εἰρήνης τοῦ κόσμου, καί σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Άγιος Μεγαλομάρτυς Γεώργιος
Κοντάκιον Ήχος πλ. δ ́. Τη υπερμάχω
ΑπάντησηΔιαγραφήΩς του Χριστού Μεγαλομάρτυρα παμμέγιστον, και της Παρθένου κατά πάντα φίλον γνήσιον, ανυμνούμέν σε, Γεώργιε στρατηλάτα. αλλ’ ως έχων εξ αυτής του Όρους άπασαν προστασίαν και ημάς αεί περίσωζε τους βοώντάς σοι·
Χαίροις Μάρτυς Γεώργιε.
Άγγελοι σούς αγώνας και τους άθλους ιδόντες, εθαύμασαν Γεώργιε Μάρτυς (γ ́)· άνθρωποι δε και των Ασωμάτων τάγματα, σε νικητήν συνέχαιρον· και έκθαμβος ο Μιχαήλ Αρχάγγελος, προς σε κραυγάζει ταύτα·
Χαίρε, ο μείζων εν αθλοφόροις·
χαίρε, ο μέγας εν τοις ανθρώποις.
Χαίρε, Καππαδόκων το άνθος το εύοσμον· χαίρε, Παλαιστίνης το κλέος το ένθεον.
Χαίρε, Μάρτυς και υιός Μάρτυρος χριστιανού πατρός·
χαίρε, ου τω τάφω ώρκισε μήτηρ σου Χριστώ μείναι πιστός.
Χαίρε, ότι τω κάλλει ως Αρχάγγελος ώφθης·
χαίρε, ότι εν ίππω αστραπή καθωράθης.
Χαίρε, στρατού το έξοχον θέαμα·
χαίρε, λαού θρύλος και ίνδαλμα.
Χαίρε, Θεόν ο δοξάσας και Πλάστην·
χαίρε, υπέρτερος πάντων εν πάσι·
Χαίρε, Μάρτυς Γεώργιε. Χρόνια πολλα και ευλογημένα Γιώργο ! Χριστός Ανέστη !!