Πέμπτη 11 Μαΐου 2017

ΗΜΑΡΤΟΜΕΝ ΓΑΡ ΗΝΟΜΗΣΑΜΕΝ ΚΑΙ ΗΣΕΒΗΣΑΜΕΝ




Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου, 

καί ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· 

ὅτι ἀναξίως τῆς κλήσεως καί τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα, 

καί τῶν ἁγίων αὐτοῦ παθημάτων, καί τῆς ὑπέρ ἡμῶν κενώσεως· 

ὅτι ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου. 

Ἱερεύς καί λαός ἐξέστημεν ἐπί τό αὐτό· 

πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν. 

Οὐκ ἔστι ποιῶν κρῖμα καί δικαιοσύνην, 

οὐκ ἔστιν ἕως ἑνός. 

Ἀπεκλείσαμεν τούς οἰκτιρμούς σου, καί τήν φιλανθρωπίαν σου, 

καί σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, διά τήν κακίαν ἡμῶν, 

καί τήν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ᾿ ἧς ἀνεστράφημεν. 

Σύ χρηστός, 

ἀλλ᾿ ἡμεῖς ἠνομήσαμεν· 

σύ μακρόθυμος, ἀλλ᾿ ἡμεῖς πληγῶν ἄξιοι. 

Γινώσκομέν σου τήν ἀγαθότητα, 

καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. 


Σὺ φοβερός, καὶ τίς ἀντιστήσεταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν.


λλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένωμα. 13. Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν ἔλεον· εἰ δὲ καὶ ὁλοκαυτώμασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς, οὐδὲ τούτων ἂν ἐφεισάμην. 


μεῖς δὲ καὶ αὐτοὶ μιμήσασθε δειλὸν ἱερέα· ναὶ, τέκνα ἀγαπητὰ, ναὶ, θείας κοινωνοὶ καὶ νουθεσίας καὶ φιλανθρωπίας. Κτήσασθε τὰς ψυχὰς ὑμῶν ἐν δάκρυσι· στήσατε τὴν ὀργὴν, βελτίονα ποιήσαντες τὰ ἐπιτηδεύματα ὑμῶν. Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν· ταῦθ᾿ ὑμῖν διακελεύεται μεθ᾿ ἡμῶν Ἰωὴλ ὁ μακάριος. Συναγάγετε πρεσβυτέρους, νήπια θηλάζοντα μαστοὺς, ἡλικίαν ἐλεεινήν, καὶ μάλιστα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀξίαν. Οἶδα δὲ, ἃ κἀμοὶ τῷ λειτουργῷ Κυρίου καὶ ὑμῖν ἐντέλλεται, τοῖς τῆς αὐτῆς δόξης ἠξιωμένοις, εἰσελθεῖν ἐν σάκκοις, καὶ κόπτεσθαι νυκτὸς καὶ ἡμέρας ἀνὰ μέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου, ἐλεεινοὺς τῷ σχήματι, ἐλεεινοτέρους ταῖς φωναῖς, βοῶντας ἐκτενῶς ὑπέρ τε ἑαυτῶν καὶ τοῦ λαοῦ, φειδομένους μηδενὸς, μὴ κόπου, μὴ ῥήματος, οἷς Θεὸς ἐξιλάσκεται· 


Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, λέγοντας, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, καὶ ὅσα ἑξῆς τῆς δεήσεως· τοσοῦτον πλέον ἔχοντας τῆς θλίψεως, ὅσον καὶ τῆς ἀξίας, δι᾿ ἑαυτῶν παιδεύοντας τὸν λαὸν πρὸς κατάνυξιν, καὶ τῆς κακίας διόρθωσιν, καὶ τὴν ἑπομένην τούτοις τοῦ Θεοῦ μακροθυμίαν, καὶ ἀνοχὴν τῆς μάστιγος. 14. Δεῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε ἡλικίας καὶ γένη διαιρεθέντες. Ὑψώσωμεν τὴν φωνὴν τῆς ἱκεσίας· ἀντὶ τῆς μισουμένης αὐτῷ κραυγῆς, ταύτην εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἀνενέγκωμεν· Προφθάσωμεν αὐτοῦ τὴν ὀργὴν ἐν ἐξομολογήσει. Βουληθῶμεν αὐτὸν ἰδεῖν, ὥσπερ ὠργισμένον, οὕτω καὶ μετατιθέμενον. 


Τίς οἶδε, φησὶν, εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται εὐλογίαν; Οἶδα τοῦτο σαφῶς ἐγὼ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγγυητής. Καὶ ὃ παρὰ φύσιν ἐστὶν αὐτῷ, τῆς ὀργῆς ἀφείς, ἐπὶ τὸ κατὰ φύσιν χωρήσει, τὸν ἔλεον. Εἰς ἐκεῖνο μὲν γὰρ ὑφ᾿ ἡμῶν βιάζεται· πρὸς δὲ τοῦτο τὴν ὁρμὴν ἔχει. Καὶ εἰ πατάσσει βιαζόμενος, πῶς οὐκ ἀνήσει τῇ φύσει χρώμενος; Μόνον ἡμᾶς αὐτοὺς ἐλεήσωμεν, τοῖς δικαίοις τοῦ Πατρὸς σπλάγχνοις ὁδὸν ἀνοίξαντες. Σπείρωμεν ἐν δάκρυσιν, ἵν᾿ ἐν ἀγαλλιάσει θερίσωμεν. Γενώμεθα Νινευῖται, μὴ Σοδομῖται· θεραπεύσωμεν τὴν κακίαν, μὴ τῇ κακίᾳ συντελεσθῶμεν. Ἀκούσωμεν Ἰωνᾶ κηρύσσοντος, μὴ πυρὶ καὶ θείῳ κατακλυσθῶμεν. Κἂν ἐξέλθωμεν Σόδομα, προσβῶμεν τῷ ὄρει, καταφύγωμεν εἰς Σεγὼρ, ἀνίσχοντι συνεισέλθωμεν τῷ ἡλίῳ. 


Μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ· μὴ περιβλεψώμεθα, μὴ παγῶμεν εἰς στήλην ἁλὸς, στήλην ὄντως ἀθάνατον, καὶ κατηγορίαν ψυχῆς εἰς κακίαν ἐπιστρεφούσης. 15. Γνῶμεν, ὅτι τὸ μὲν μηδὲν ἁμαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ μόνου Θεοῦ· ἐῶ γὰρ περὶ ἀγγέλων τι λέγειν, μὴ δῶμεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πονηραῖς ἀντιῤῥήσεσι· τὸ δὲ ἀθεράπευτον, τῆς πονηρᾶς καὶ ἀντικειμένης ἐστὶ φύσεως, καὶ τῶν ὑπ᾿ ἐκείνης ἐνεργουμένων. Τὸ δὲ ἁμαρτάνοντας ἐπιστρέφειν, ἀνθρώπων μὲν, ἀλλ᾿ ἐπιεικῶν, καὶ τῆς σωζομένης μερίδος. 


Εἰ γὰρ καὶ ὁ χοῦς ἐπισύρεταί τι τῆς κακίας, καὶ τὸ γεῶδες σκῆνος βρίθει τὸν νοῦν ἄνω φερόμενον, ἢ ἄνω φέρεσθαι δεδημιουργημένον· ἀλλ᾿ ἡ εἰκὼν ἀνακαθαιρέτω τὴν ἰλὺν, καὶ ἄνω τιθέτω τὴν ὁμόζυγον σάρκα, τοῖς τοῦ λόγου πτεροῖς κουφίζουσα. 



Καί κρεῖττον μέν, μήτε δεηθῆναι τοιαύτης καθάρσεως, 

μήτε καθαρθῆναι, τοῦ πρώτου μένοντος ἡμῖν ἀξιώματος, 

εἰς ὃ καί σπεύδομεν ἐκ τῆς ἐνταῦθα παιδαγωγίας, 

μηδέ τοῦ ξύλου τῆς ζωῆς ἐκπεσεῖν τῇ πικρᾷ γεύσει τῆς ἁμαρτίας· 

κρεῖσσον δέ, τοῦ μή παιδεύεσθαι πταίοντας, τό ἁμαρτάνοντας ἐπιστρέφεσθαι. 

Ὃν μέν γάρ ἀγαπᾷ Κύριος παιδεύει, 

καί πατρικόν τό τῆς ἐπιτιμήσεως· 

ψυχή δέ πᾶσα ἀνουθέτητος, ἀθεράπευτος. 

Οὐκοῦν οὐ πληγῆναι χαλεπόν, ἀλλά μή σωφρονισθῆναι τῇ πληγῇ χαλεπώτερον. 

Φησί τις τῶν προφητῶν, περί τοῦ Ἰσραήλ λέγων, 

τοῦ σκληροῦ καί ἀπεριτμήτου τήν καρδίαν· 

Κύριε, ἐμαστίγωσας αὐτούς, καί οὐκ ἐπόνεσαν· 

ἐπαίδευσας αὐτούς, καί οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· 

καί πάλιν, 

Καί ὁ λαός οὐκ ἐπεστράφη, ἕως ἐπλήγη· καί, 

Τί ὅτι ἀπεστράφη ὁ λαός μου ἀποστροφήν πονηράν, 

ἐξ ἧς τέλεον συντριβήσεται, καί καταφθαρήσεται;



Εκ του Ιστολογίου ''Χριστιανική Βιβλιογραφία.'' 
Απόσπασμα από τον ΙΕ΄Λόγο του Αγίου Γρηγορίου του Θεολόγου.
Επιμέλεια, παρουσίαση κειμένου

ΑΓΙΟΚΥΠΡΙΑΝΙΤΗΣ



Άγιος Γρηγόριος ο Θεολόγος


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου