Η ΓΥΝΗ ΗΤΙΣ ΗΛΕΙΨΕ ΤΗΝ ΚΕΦΑΛΗΝ ΚΑΙ ΤΟΥΣ ΠΟΔΑΣ
Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τετάρτῃ Δύο γυναῖκες, λέγουσιν οἱ κριτικώτεροι τῶν Εὐαγγελίων ἑρμηνευταί, ἤλειψαν τὸν Κύριον μύρῳ, ἡ μὲν πολὺν καιρὸν πρὸ τοῦ πάθους Αὐτοῦ, ἡ δὲ πρὸ ὀλίγων ἡμερῶν· καὶ ἡ μὲν ὑπῆρχε πόρνη καὶ ἁμαρτωλή, ἡ δὲ σώφρων καὶ ἐνάρετος.
Τοῦ εὐλαβοῦς τούτου ἔργου τὴν μνήμην ἐπιτελοῦσα σήμερον ἡ ᾿Εκκλησία, καὶ εἰς τὸ πρόσωπον τῆς πόρνης αὐτὸ ἀναφέρουσα, συναναφέρει ἐνταυτῷ καὶ τὴν προδοσίαν τοῦ ᾿Ιούδα, ἅπερ ἀμφότερα ἐπράχθησαν, κατὰ τὴν ἱστορικὴν τοῦ Ματθαίου σειράν, δύο ἡμέρας πρὸ τοῦ νομικοῦ Πάσχα, Μαρτίου καʹ, ἡμέρᾳ Τετράδι τῆς ἑβδομάδος.
Ἡ γυνὴ λοιπὸν ἐκείνη ἤλειψε διὰ τοῦ μύρου τὴν κεφαλὴν καὶ τοὺς πόδας τοῦ ᾿Ιησοῦ καὶ διὰ τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς ἀπεσπόγγισεν αὐτούς. Τὸ πολύτιμον ἐκεῖνον μύρον ἐξετιμήθη 300 δηνάρια, ἢ περίπου 15 φλωρία βενετικά. ᾿Εκ τῶν μαθητῶν ἐξόχως ὁ φιλάργυρος ᾿Ιούδας σκανδαλίζεται, τάχα διὰ τὴν ἀπώλειαν τοιούτου μύρου.
Ο ᾿Ιησοῦς ἐπιπλήττει αὐτόν, ἵνα μὴ ἐνοχλῇ τὴν γυναῖκα· καὶ ὁ ᾿Ιούδας ἀγανακτῶν πορεύεται πρὸς τοὺς ἀρχιερεῖς, συνηγμένους εἰς τὴν αὐλὴν τοῦ Καϊάφα καὶ συμβουλευομένους ἤδη κατὰ τοῦ ᾿Ιησοῦ· καὶ συμφωνήσας μετ᾿ αὐτῶν τὴν προδοσίαν τοῦ διδασκάλου διὰ τριάκοντα ἀργύρια, ἀπὸ τότε ἐζήτει εὐκαρίαν ἵνα Αὐτὸν παραδῷ.
῞Ενεκα τούτου ἔλαβεν ἀρχὴν ἀπ᾿ αὐτῶν τῶν ἀποστολικῶν χρόνων ἡ νηστεία τῆς Τετράδος.
Δοξαστικὸν εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων
Ἦχος πλ. δʹ. Ποίημα Κασσιανῆς Μοναχῆς
Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή, τὴν Σὴν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὁδυρομένη μύρα Σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νύξ μοι, ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ· κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανοὺς τῇ ἀφάτῳ Σου κενώσει· καταφιλήσω τοὺς ἀχράντους Σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν τοῖς τῆς κεφαλῆς μου βοστρύχοις· ὧν ἐν τῷ Παραδείσῳ Εὔα τὸ δειλινόν, κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη.
῾Αμαρτιῶν μου τὰ πλήθη, καὶ κριμάτων σου ἀβύσσους, τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου; Μή με τὴν Σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος. Στίχοι. Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον, Τὴν Νικοδήμου προΰλαβε σμυρναλόην.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου