Δευτέρα 6 Ιανουαρίου 2020

ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ




Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά,


βιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,


λιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.


Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.


Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα


Βιβλίον της γενεαλογίας του Ιησού Χριστού, απογόνου κατά το ανθρώπινον του βασιλέως Δαυΐδ, ο οποίος πάλιν υπήρξεν απόγονος του πατριάρχου Αβραάμ. Διότι ο Αβραάμ εγέννησε τον Ισαάκ, ο Ισαάκ δε εγέννησε τον Ιακώβ, ο δε Ιακώβ εγέννησε τον Ιούδαν και τους αδελφούς αυτού. Ο Ιούδας δε εγέννησε από την νύμφην αυτού Θάμαρ τους διδύμους Φαρές και Ζαρά, ο Φαρές δε εγέννησε τον Εσρώμ, ο Εσρώμ δε εγέννησε τον Αράμ.


Ο Αράμ δε εγέννησε τον Αμιναδάβ, ο Αμιναδάβ δε εγέννησε τον Ναασσών, ο Ναασσών δε εγέννησε τον Σαλμών. Ο Σαλμών δε εγέννησε τον Βοόζ από την τέως αμαρτωλήν Ραχάβ, ο Βοόζ δε εγέννησε τον Ωβήδ από την Μωαβίτιδα Ρούθ, ο Ωβήδ δε εγέννησε τον Ιεσσαί. Ο Ιεσσαί δε εγέννησε τον βασιλέα Δαυΐδ, ο δε βασιλεύς Δαυίδ εγέννησε τον Σολομώντα από την γυναίκα του Ουρίου. Ο Σολομών δε εγέννησε τον Ροβοάμ, ο Ροβοάμ δε εγέννησε τον Αβιά, ο Αβιά δε εγέννησε τον Ασά. Ο Ασά δε εγέννησε τον Ιωσαφάτ, ο Ιωσαφάτ δε εγέννησε τον Ιωράμ, ο Ιωράμ δε εγέννησε τον Οζίαν.


Ο Οζίας δε εγέννησε τον Ιωάθαμ, ο Ιωάθαμ δε εγέννησε τον Αχαζ, ο Αχαζ δε εγέννησε τον Εζεκίαν. Ο Εζεκίας δε εγέννησε τον Μανασσή, ο Μανασσής δε εγέννησε τον Αμών, ο Αμών δε εγέννησε τον Ιωσίαν. Ο Ιωσίας δε εγέννησε τον Ιεχονίαν και τους αδελφούς αυτού κατά την εποχήν, που απήχθησαν αιχμάλωτοι εις την Βαβυλώνα οι Ιουδαίοι. Επειτα δε από την βιαίαν αυτήν μετανάστευσιν των Ιουδαίων εις Βαβυλώνα και την ζωήν των εκεί ως αιχμαλώτων, ο Ιεχονίας εγέννησε τον Σαλαθιήλ, ο δε Σαλαθιήλ εγέννησε τον Ζοροβάβελ. Ο Ζοροβάβελ δε εγέννησε τον Αβιούδ, ο Αβιούδ δε εγέννησε τον Ελιακείμ, Ελιακείμ δε εγέννησε τον Αζώρ. Ο Αζώρ δε εγέννησε τον Σαδώκ, ο Σαδώκ δε εγέννησε τον Αχείμ, ο Αχείμ δε εγέννησε τον Ελιούδ.


Ο Ελιούδ δε εγέννησε τον Ελεάζαρ, ο Ελεάζαρ δε εγέννησε τον Ματθάν, ο Ματθάν δε εγέννησε τον Ιακώβ. Ο Ιακώβ δε εγέννησε τον Ιωσήφ, τον μνηστήρα της Μαρίας, από την οποίαν εγεννήθη ο Ιησούς ο ονομαζόμενος Χριστός. Ολαι λοιπόν αι γενεαί από τον Αβραάμ μέχρι του Δαυίδ είναι γενεαί δεκατέσσαρες και από Δαυίδ μέχρι της μετοικεσίας των Ιουδαίων ως αιχμαλώτων εις την Βαβυλώνα είναι γενεαί δεκατέσσαρες και από της μετοικεσίας εις την Βαβυλώνα μέχρι των ημερών του Χριστού γενεαί πάλιν δεκατέσσαρες. Η δε γέννησις του Ιησού Χριστού έγινε κατά τον ακόλουθον υπερφυσικόν τρόπον.


ταν δηλαδή εμνηστεύθη η μήτηρ αυτού Μαρία με τον Ιωσήφ, χωρίς να συνοικήσουν ως σύζυγοι, ευρέθη έγκυος από την δημιουργικήν ενέργειαν του Αγίου Πνεύματος. Ο δε Ιωσήφ, ο μνηστήρ αυτής, όταν αντελήφθη την εγκυμοσύνην αυτής, επήρε την απόφασιν να διαλύση την μνηστείαν. Επειδή όμως ήτο ενάρετος και εύσπλαγχνος δεν ηθέλησε να την διαπομπεύση δημοσία, αλλ'εσκέφθη να την διώξη μυστικά χωρίς να ανακοινώση εις κανένα τας υποψίας του. Ενώ δε αυτά είχε στον νουν, ιδού ένας άγγελος του Κυρίου παρουσιάσθη στο όνειρόν του και του είπεν· Ιωσήφ, απόγονε του Δαυΐδ, μη διστάσης, να παραλάβης στον οίκον σου την Μαριάμ, την αγνήν και πιστήν μνηστή σου, διότι το παιδίον που κυοφορείται έντος αυτής έχει συλληφθή από την δημιουργικήν ενέργειαν του Αγίου Πνεύματος.


Θα γεννήση δε υιόν, και συ (ο οποίος σύμφωνα με τον νόμον θεωρείσαι προστάτης και πατέρας του) θα το ονομάσης Ιησούν (δηλαδή Θεόν-Σωτήρα) διότι αυτός θα σώση πράγματι τον λαόν του από τας αμαρτίας αυτών. Και όλον αυτό το θαυμαστόν και μοναδικόν γεγονός έγινε, δια να πραγματοποιηθή και επαληθεύση αυτό, που είχε λεχθή από τον Κυριον δια του προφήτου Ησαΐου· “Ιδού η αγνή και άμωμος παρθένος θα συλλάβη και θα γεννήση υιόν, χωρίς να γνωρίση άνδρα, και θα ονομάσουν αυτόν Εμμανουήλ, όνομα που σημαίνει· Ο Θεός είναι μαζί μας”. 


Αμέσως λοιπόν μόλις εσηκώθη από τον ύπνον ο Ιωσήφ, έκαμε όπως τον είχε διατάξει ο άγγελος του Κυρίου και παρέλαβε στον οίκον του με εμπιστοσύνην και σεβασμόν την μνηστήν του. Και ποτέ δεν εγνώρισεν αυτήν ως σύζυγον ούτε και όταν εγέννησεν αυτή τον πρώτον και μοναδικόν υιόν της ούτε και μετά ταύτα. Και εκάλεσεν ο Ιωσήφ το όνομα του παιδίου Ιησούν.



Πηγή: http://orthmad.gr


Κατά Ματθαίον Α' 1-25


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου