Τετάρτη 12 Ιουνίου 2024

Η ΑΓΙΑ ΑΝΑΛΗΨΗ ΤΟΥ ΚΥΡΙΟΥ




(Λουκ. κδ' 36 – 53 – 36).

Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ ᾿Ιησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. ᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ᾿Αμήν.





ΦΩΤΗ ΚΟΝΤΟΓΛΟΥ: ΑΝΑΛΗΨΗ, Η ΔΟΚΙΜΑΣΙΑ ΤΟΥ ΛΟΓΙΚΟΥ


ΚΑΙ ΕΓΕΝΕΤΟ ΕΝ ΤΩ ΕΥΛΟΓΕΙΝ ΑΥΤΟΝ ΑΥΤΟΥΣ ΔΙΕΣΤΗ ΑΠ' ΑΥΤΩΝ ΚΑΙ ΑΝΕΦΕΡΕΤΟ ΕΙΣ ΤΟΝ ΟΥΡΑΝΟΝ


ΜΗΤΡΟΠΟΛΙΤΗ ΩΡΩΠΟΥ ΚΑΙ ΦΥΛΗΣ κ. ΚΥΠΡΙΑΝΟΥ Β': ΤΑ ΑΚΑΤΑΛΗΠΤΑ ΜΥΣΤΗΡΙΑ ΤΗΣ ΠΙΣΤΕΩΣ ΜΑΣ ΚΑΤΑΝΟΟΥΝΤΑΙ ΒΙΩΜΑΤΙΚΩΣ (2023)


«Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ»


Η ΑΝΑΛΗΨΗ ΤΟΥ ΚΥΡΙΟΥ - ΥΠΟΜΝΗΜΑΤΙΣΜΟΣ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΑΓΙΟ ΚΥΡΙΛΛΟ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΒΕΛΙΜΙΡΟΒΙΤΣ: ΠΕΡΙ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ


Η ΕΝΔΟΞΟΣ ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΟΔΗΓΟΣ ΣΤΗΝ ΝΗΠΤΙΚΗ ΕΡΓΑΣΙΑ ΤΗΣ ΚΑΡΔΙΑΚΗΣ ΠΡΟΣΕΥΧΗΣ


ΣΤΗΝ ΑΝΑΛΗΨΗ ΤΟΥ ΚΥΡΙΟΥ


ΜΗΤΡΟΠΟΛΙΤΗ ΩΡΩΠΟΥ ΚΑΙ ΦΥΛΗΣ κ. ΚΥΠΡΙΑΝΟΥ Β': «Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΚΑΙ Η ΠΡΟΣΩΠΙΚΗ ΜΑΣ ΑΝΥΨΩΣΙΣ» (2016)


ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΑΛΑΜΑ: ΑΝΕΛΗΦΘΗΣ ΕΝ ΔΟΞΗ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ


ΑΓΙΟΥ ΦΙΛΑΡΕΤΟΥ ΜΟΣΧΑΣ: «ΗΜΕΡΑ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ: Η ΑΝΑΛΗΨΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΚΑΙ Η ΜΕΛΛΟΝΤΙΚΗ ΤΟΥ ΕΛΕΥΣΗ»


ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ: ΕΙΣ ΤΗΝ ΕΠΙΣΩΖΟΜΕΝΗ ΑΝΑΛΗΨΙΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΣ


ΑΓΙΟΥ ΔΙΑΔΟΧΟΥ ΦΩΤΙΚΗΣ: «ΛΟΓΟΣ ΣΤΗΝ ΑΝΑΛΗΨΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ»


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου