Παρασκευή 3 Μαΐου 2024

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ





Τη Αγία και Μεγάλη Παρασκευή


φοῦ ἀνέτειλεν ἡ κγʹ τοῦ Μαρτίου, ἡμέρας τῆς ἑβδομάδος Παρασκευή, ἀποστέλλεται ὁ ᾿Ιησοῦς δέσμιος ἀπὸ τοῦ Καϊάφα πρὸς τὸν τότε ἡγεμόνα τῆς ᾿Ιουδαίας Πόντιον Πιλάτον τὸ ὄνομα· ὅστις πολυτρόπως ἀνακρίνας αὐτόν, καὶ ἅπαξ καὶ δὶς ὁμολογήσας ἀθῷον, πρὸς εὐχαρίστησιν ἔπειτα τῶν ᾿Ιουδαίων, ψηφίζει θάνατον κατ᾿ αὐτοῦ· καὶ φραγγελώσας ὡς δοῦλον φυγάδα τὸν Δεσπότην τοῦ παντὸς παρέδωκεν εἰς τὸ σταυρωθῆναι. ᾿Εντεῦθεν ὁ ᾿Ιησοῦς, παραδοθεὶς εἰς τοὺς στρατιώτας, γυμνοῦται τὰ ἱμάτια αὐτοῦ, ἐνδύεται χλαμύδα κοκκίνην, στεφανοῦται ἀκάνθας, σκηπτροφορεῖ κάλαμον, προσκυνεῖται χλευαστικῶς, ἐμπτύεται, κρούεται κατὰ τοῦ προσώπου καὶ τῆς κεφαλῆς. Εἶτα ἐνδυθεὶς πάλιν τὰ ἑαυτοῦ ἱμάτια καὶ βαστάζων τὸν Σταυρόν, ἔρχεται εἰς τὸν Γολγοθᾶ, τόπον τῆς καταδίκης, καὶ ἐκεῖ περὶ ὥραν γʹ τῆς ἡμέρας σταυροῦται μεταξὺ δύο λῃστῶν, βλασφημεῖται ὑπὸ τῶν παραπορευομένων, μυκτηρίζεται ὑπὸ τῶν ἀρχιερέων, ποτίζεται ὑπὸ τῶν στρατιωτῶν ὄξος μεμιγμένον μετὰ χολῆς. Περὶ δὲ τὴν θʹ ὥραν, κράξας φωνῇ μεγάλῃ καὶ εἰπών, Τετέλεσται, ἐκπνεέι «ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καθ᾿ ἧν ὥραν πανσελήνου οὔσης τῆς ἡμέρας, ἐσφάζετο κατὰ τὸν νόμον ὁ πασχάλιος ἀμνός, ὁ εἰς τύπον αὐτοῦ διταχθεὶς τοῖς ᾿Ιουδαίοις πρὸ 1043 ἐτῶν. Τὸν δεσποτικὸν τοῦτον θάνατον καὶ ἡ ἄψυχος κτίσις πενθοῦσα τρέμει καὶ ἀλλοιοῦται ὑπὸ τοῦ φόβου· ἀλλ᾿ ὁ Δημιουργὸς τῆς κτίσεως, καὶ νεκρὸς ἤδη ὤν, λογχίζεται προσέτι καὶ τὴν ἀκήρατον πλευράν, καὶ ῥέει ἐξ αὐτῆς αἷμα καὶ ὕδωρ. Τέλος, περὶ τὴν δύσιν τοῦ ἡλίου, ἔρχεται ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθείας καὶ Νικόδημος μετ᾿ αὐτοῦ, ἀμφότεροι μαθηταὶ τοῦ ᾿Ιησοῦ κεκρυμμένοι, ἀποκαθηλοῦσιν ἀπὸ τοῦ Σταυροῦ τὸ πανάγιον τοῦ διδασκάλου σῶμα, ἀρωματίζουσιν αὐτό, ἐντυλίσσουσιν εἰς σινδόνα καθαράν, καὶ θάψαντες αὐτὸ ἐν μνημείῳ καινῷ, προσκυλίουσιν ἐπὶ τὸ στόμιον αὐτοῦ λίθον μέγαν. Ταῦτα τὰ φρικτὰ καὶ σωτήρια πάθη τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐπιτελοῦμεν σήμερον καὶ εἰς ἀνάμνησιν αὐτῶν παρελάβομεν, ἐξ ἀποστολικῆς διαταγῆς, τὴν τῆς Παρασκευῆς νηστείαν.




ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ


ΗΛΙΑ ΜΗΝΙΑΤΗ: ΜΕ ΤΑ ΛΟΓΙΑ ΠΡΟΣΚΥΝΟΥΝ, ΜΕ ΤΑ ΕΡΓΑ ΤΟΝ ΣΤΑΥΡΩΝΟΥΝ 


ΕΣΤΑΥΡΩΣΑΝ ΑΥΤΟΝ ΕΙΣ ΤΟΠΟΝ ΚΑΛΟΥΜΕΝΟΝ ΚΡΑΝΙΟΝ


ΣΤΙΓΜΙΟΤΥΠΑ ΑΠΟ ΤΗ ΣΥΓΚΙΝΗΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΠΙΤΑΦΙΟΥ ΘΡΗΝΟΥ ΣΤΗ ΣΟΥΜΕΛΑ ΑΣΠΡΟΠΥΡΓΟΥ 14/4/2023


ΣΤΕΛΙΟΥ ΣΠΕΡΑΝΤΖΑ: Ο ΜΥΣΤΙΚΟΣ ΔΕΙΠΝΟΣ


ΣΙΜΩΝ Ο ΚΥΡΗΝΑΙΟΣ ΤΟ ΟΝΟΜΑ ΤΗΣ ΕΛΕΗΜΟΣΥΝΗΣ


ΑΓΙΟΥ ΑΝΔΡΕΑ ΚΡΗΤΗΣ: ΕΝΑΣ ΘΕΟΣ ΣΤΑΥΡΩΜΕΝΟΣ ΕΝ ΤΩ ΜΕΣΩ ΤΩΝ ΛΗΣΤΩΝ


ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ: ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΠΑΘΟΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΤΟΝ ΣΤΑΥΡΟΝ


ΗΛΙΑ ΜΗΝΙΑΤΗ: ΠΩΣ ΔΕΙ ΤΙΜΑΝ ΤΑ ΑΓΙΑ ΠΑΘΗ


ΑΓΙΟΥ ΦΙΛΑΡΕΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΜΟΣΧΑΣ: ΣΤΑΥΡΟΣ ΚΑΙ ΑΝΑΣΤΑΣΗ 5ο ΜΕΡΟΣ


ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΒΕΛΙΜΙΡΟΒΙΤΣ: ΟΙ ΠΕΝΤΕ ΠΛΗΓΕΣ


ΕΙΚΟΝΟΛΟΓΙΚΟΝ ΣΥΝΑΞΑΡΙΟΝ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ


ΤΑ ΑΧΡΑΝΤΑ ΠΑΘΗ ΤΟΥ ΚΥΡΙΟΥ


ΑΓΙΟΥ ΦΙΛΑΡΕΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΜΟΣΧΑΣ: ΣΤΑΥΡΟΣ ΚΑΙ ΑΝΑΣΤΑΣΗ 6ο ΜΕΡΟΣ


ΤΟΝ ΗΛΙΟ ΚΡΥΨΑΝΤΑ


ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ: ΛΟΓΟΣ ΓΙΑ ΤΟ ΠΑΘΟΣ ΤΟΥ ΣΩΤΗΡΑ


ΟΡΘΡΟΣ Μ. ΠΑΡΑΣΚΕΥΗΣ (2024)


ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΒΕΛΙΜΙΡΟΒΙΤΣ: ΓΙΑ ΤΟΥΣ ΧΙΤΩΝΕΣ ΤΟΥ ΚΥΡΙΟΥ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου