ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΑΛΑΜΑ: ΠΑΝΤΑ ΑΠΕΒΛΕΠΟΝ ΠΡΟΣ ΤΗΝ ΘΕΑΝΔΡΙΚΗΝ ΟΙΚΟΝΟΜΙΑΝ
Πάντα ἀπέβλεπον πρὸς τὴν Θεανδρικὴν Οἰκονομίαν
«Πάντα τὰ ἄλλα» «ἀτελῆ ἦν, καὶ οὐ κατὰ προηγούμενον τοῦ Θεοῦ θέλημα ἐλέχθησαν καὶ ἐτελέσθησαν»
ΕΙΠΩΝ δὲ ὁ Πατὴρ ἄνωθεν περὶ τοῦ κατὰ σάρκα βαπτισθέντος, «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»1, ἔδειξεν ὅτι πάντα τὰ ἄλλα τὰ διὰ τῶν Προφητῶν πρότερα ἐκεῖνα, αἱ νομοθεσίαι, αἱ ἐπαγγελίαι, αἱ υἱοθεσίαι, ἀτελῆ ἦν, καὶ οὐ κατὰ προηγούμενον τοῦ Θεοῦ θέλημα ἐλέχθησαν καὶ ἐτελέσθησαν, ἀλλὰ πρὸς τὸ νῦν τέλος ἔβλεπον [ἀπέβλεπον πρὸς τὴν Θεανδρικὴν Οἰκονομίαν, ἢτις τώρα εἰς τὸ Βάπτισμα ἀποκαλύπτεται], καὶ διὰ τοῦ νῦν τελεσθέντος κᾀκεῖνα ἐτελειώθησαν. Καὶ τί λέγω τὰς διὰ τῶν Προφητῶν νομοθεσίας, τὰς ἐπαγγελίας, τὰς υἱοθεσίας; Καὶ ἡ ἀπ᾿ ἀρχῆς γὰρ καταβολὴ τοῦ κόσμου πρὸς Τοῦτον ἔβλεπε, [δηλαδὴ] τὸν κάτω μὲν ὡς Υἱὸν ἀνθρώπου βαπτιζόμενον, ἄνωθεν δὲ Υἱὸν ἀγαπητὸν μόνον μαρτυρούμενον Θεοῦ, δι᾿ ῝Ον τὰ πάντα καὶ δι᾿ Οὗ τὰ πάντα, καθάπερ ὁ ᾿Απόστολός φησιν2 ΟΥΚΟΥΝ [ἑπομένως λοιπόν], καὶ ἡ ἀπ᾿ ἀρχῆς παραγωγὴ τοῦ ἀνθρώπου δι᾿ Αὐτόν3 , κατ᾿ εἰκόνα πλασθέντος τοῦ Θεοῦ, ἵνα δυνηθῇ ποτε χωρῆσαι τὸ ᾿Αρχέτυπον· καὶ ὁ ἐν τῷ παραδείσῳ – 2 – παρὰ Θεοῦ νόμος δι᾿ Αὐτόν· οὐ γὰρ ἂν ἔθηκεν ὁ θείς, εἴπερ εἰς ἅπαν ἔμελλε διαμένειν ἀτέλεστος· καὶ τὰ μετ᾿ Αὐτὸν ὑπὸ Θεοῦ εἰρημένα καὶ τετελεσμένα σχεδὸν πάντα δι᾿ Αὐτόν, εἰ μή τις ἐρεῖ καλῶς καὶ τὰ ὑπερκόσμια πάντα, τὰς ἀγγελικὰς λέγω φύσεις τε καὶ τάξεις καὶ τὰς ἐκεῖ θεσμοθεσίας, πρὸς τοῦτο τείνειν ἀπ᾿ ἀρχῆς τὸ τέλος, τὴν Θεανδρικὴν Οἰκονομίαν λέγω, ᾗ καὶ ἀπ᾿ ἀρχῆς ἄχρι τέλους διηκόνησαν. ΕΥΔΟΚΙΑ γάρ ἐστι τὸ προηγούμενον καὶ ἀγαθὸν τοῦ Θεοῦ καὶ τέλειον θέλημα· Οὗτος δέ ἐστι μόνος, ῟Ωι εὐδοκεῖ καὶ ἐπαναπαύεται καὶ ἀρέσκεται τελέως ὁ Πατήρ, ὁ θαυμαστὸς Αὐτοῦ Σύμβουλος, ὁ τῆς Μεγάλης Αὐτοῦ Βουλῆς ῎Αγγελος4, ὁ παρ᾿ Αὐτοῦ τοῦ οἰκείου Πατρὸς ἀκούων καὶ λαλῶν καὶ τοῖς ὑπακούουσι παρέχων ζωὴν αἰώνιον. ῟Ης γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Αὐτῷ τῷ βασιλεῖ τῶν αἰώνων Χριστῷ, ῟Ωι πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
(*) ῾Αγίου Γρηγορίου Παλαμᾶ, ῎Εργα, Ε.Π.Ε. τ. 11, σελ. 532-535, Θεσσαλονίκη 1986 / ῾Ομιλία Ξʹ, «῾Ρηθεῖσα ἐν τῇ ἁγίᾳ ῾Εορτῇ τῶν Φώτων», §§ 19-20. 1. Ματθ. γʹ 17· Μάρκ. αʹ 11· Λουκ. γʹ 22. 2. Πρβλ. Κολασ. αʹ 16. 3. «Δι᾿ Αὐτόν»· τὰ πάντα ἔχουν λάβει τὴν ὕπαρξιν ἀπὸ τὸν Χριστὸν καὶ θὰ τελειοποιηθοῦν δι᾿ Αὐτοῦ, ἐφ᾿ ὅσον Αὐτὸς εἶναι τὸ Α καὶ τὸ Ω, ἡ ᾿Αρχὴ καὶ τὸ Τέλος (᾿Αποκ. κβʹ 13). 4. Πρβλ. ῾Ησ. θʹ 6. *Εκ της ιστοσελίδος της Ιεράς Μητρόπολης Ωρωπού και Φυλής. Επιμέλεια, παρουσίαση ημετέρα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου