Πέμπτη 14 Δεκεμβρίου 2023

ΤΗ ΑΥΤΗ ΗΜΕΡΑ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΕΡΜΑΝΟΥ ΤΗΣ ΑΛΑΣΚΑΣ




Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερμανοῦ,

τοῦ φωτιστοῦ τῆς Ἀλάσκας καὶ ἰδρυτοῦ

τῆς ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ Ὀρθοδόξου Ἐκκλησίας



Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Γερμανὸς ἐγεννήθη ἐν τῇ πλησιοχώρῳ τῆς Μόσχας πόλει Σερπούκωφ ἐν ἔτει 1756 μ. Χ. Σὺν τῇ προόδῳ τῆς ἡλικίας ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἡ πανσθενὴς τοῦ Κυρίου χάρις ἐνίσχυε αὐτὸν πρὸς ἀρετῆς τελείωσιν.


κ τῶν πρώτων νεανικῶν αὐτοῦ χρόνων ἠσπάσθη τὸν μοναχισμὸν συναριθμηθεὶς τοῖς ἀζύγοις τοῦ ἐν Πετρουπόλει μετοχίου τῆς Ἁγίας Τριάδος τῆς Λαύρας τοῦ Ἁγίου Σεργίου. Ἐν αὐτῷ δι' ἄκρας ὑπακοῆς, καρδιακῆς ἀενάου προσευχῆς καὶ διακριτικῆς ἀσκήσεως ἔθηκε τάς βάσεις τῆς μετέπειτα ἀγγελικῆς αὐτοῦ πολιτείας.


Μετὰ παραμονὴν ἓξ ἐτῶν ἐν τῷ Μετοχίῳ αὐτῷ ὁ Ὅσιος Γερμανός, ἐν ᾧ ἐδέξατο τὴν ἰαματικὴν ἐπίσκεψιν τῆς Κυρίας Θεοτόκου, ἀνεχώρησε διὰ τὴν Μονὴν Βαλαάμ, τὴν εὑρισκομένην ὑπὸ τὴν ἀπλανῆ καθοδήγησιν τοῦ Ὁσίου αὐτῆς καθηγουμένου Ναζαρίου. Το διάχυτον ἄρωμα τῆς Ὀρθοδοξίας ἐν ἐκείνοις τοῖς χρόνοις καὶ τὸ ἁγιοπνευματικόν μύρον τῆς φιλοκαλικῆς ἀνακαινίσεως τοῦ μοναχισμοῦ ἐν 'Ρωσίᾳ καθήδυναν τὴν ἀγαπῶσαν καρδίαν τοῦ Ὁσίου Γερμανοῦ καὶ τὴν ὤθησαν εἰς ἀδιάλειπτον καρδιακὴν προσευχήν.


Ἅγιος Γερμανὸς ἂν καὶ σαφῶς νεώτερος τοῦ ἀνακαινιστοῦ Ὁσίου Παϊσίου, τοὐπίκλην Βελιτσκόφσκυ, εἶχε πλήρη πνευματικὴν ἐπαφὴν μετὰ τῶν μαθητῶν αὐτοῦ καὶ μετὰ τοῦ αὐτοῦ ὁμοψύχου, Ὁσίου Γέροντος Ναζαρίου. Οὕτω ἡ ἐπιρροὴ τοῦ Παϊσιανικοῦ ῥεύματος ἦτο ἄμεσος καὶ καταλυτικὴ διὰ τὸν νεαρὸν τότε ἀσκητὴν Γερμανόν, τὸν λαβόντα ἀπόφασιν, καθ' ὑπόδειξιν τοῦ αὐτοῦ Γέροντος, ἔργον ποιῆσαι εὐαγγελιστοῦ καὶ μεταβῆναι εἰς τὸν Νέον ὀνομαζόμενον Κόσμον πρὸς διάδοσιν τῆς Ὀρθοδόξου μαρτυρίας καὶ πίστεως τοῖς αὐτόχθοσι τῆς Ἀλάσκας.


ἱεραποστολικὴ συνοδεία τοῦ Ὁσίου Γερμανοῦ ἐγκατεστάθη ἐν τῇ νήσῳ Κόντιακ, τῇ διαχωριζομένῃ διὰ στενοῦ πορθμοῦ ἐκ τῆς νήσου Sρrυce, ἐν ᾗ αὐτὸς ἔκτισεν ἠσυχαστήριον καὶ τὴν μετενώμασε «Νέο Βαλαάμ», πρὸς ἐνθύμησιν τῆς ἀγαπητῆς αὐτῷ Μονῆς τῆς Ῥωσίας. Ἐκεῖ συνεδύαζε τὸν ἀγῶνα τῆς ἐσωτερικῆς τελειώσεως μετὰ τῆς ἱεραποστολικῆς δράσεως καὶ ἡ ἐπιρροὴ αὐτοῦ τοῖς ταπεινοῖς αὐτόχθοσιν Ἀλεούτοις, ἀλλὰ καὶ τοῖς πλουσίοις ἐμπόροις ὑπῆρξε μεγίστη. Ἡ ἡσυχαστικὴ παράδοσις εὗρεν ἐν τῷ προσώπῳ τοῦ Ὁσίου Γερμανοῦ τὸν πρῶτον αὐτῆς ἰχνηλάτην ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ. Ἡ Φιλοκαλία τῶν νηπτικῶν πατέρων, τὸ εἰς αὐτὸν παραδοθὲν ψυχοτονωτικὸν βιβλίον ὑπὸ τοῦ Ἀββᾶ Ναζαρίου, ὑπῆρχεν οὐχὶ μόνον καθημερινὸν αὐτοῦ ἐντρύφημα ἀλλὰ καὶ ἡ πυξὶς τῆς ἡσυχαστικῆς αὐτοῦ ἀσκητικῆς πολιτείας.


Ἅγιος Γερμανὸς ἀποτελεῖ τὴν εὐγενικὴν ῥίζαν, τὴν βλαστήσασαν τὸ εὐῶδες ἄνθος τῆς Ὀρθοδοξίας εἰς ὅλον τὸν Νέον Κόσμον. Διὸ καὶ ὁ Κύριος ἠξίωσεν αὐτὸν δωρεῶν οὐρανίων καὶ θαυμάτων πλείστων ξενοτρόπων. Ὅτε ὁ καιρὸς τῆς ἀναλύσεως τοῦ Ἁγίου Γερμανοῦ ἔφθασεν, εἶχε ἤδη αὐτὸς ἀποκτήσει φήμην Ὁσίου. Διὰ χρονικὸν διάστημα μεγαλύτερον τῶν τεσσαράκοντα ἐτῶν ἒν τῷ ἀπερίττῳ αὐτοῦ κελλίῳ ἐπολιτεύσατο ἰσαγγέλως καὶ δοὺς αἷμα, ἵνα λάβῃ πνεῦμα, ἠναλώθη ἐν τῇ ἀγάπῃ τοῦ πλησίον καὶ ἐν τῇ προσφορᾷ πρὸς ὅλους τοὺς αὐτόχθονας Ἀλεούτους, ὧν πνευματικὸς πατὴρ καὶ ἰθύντωρ ἐχρημάτισε πρὸς ἀρετῆς ἀπόκτησιν καὶ σωτηρίαν.


Τὸ χρυσόπλοκον στέφος τοῦ ἱεραποστόλου καὶ τοῦ Ὁσίου ἐδέξατο τῇ 15ῃ Νοεμβρίου τοῦ 1836 μ. Χ., ὅτε ἡ ἁγία αὐτοῦ ψυχὴ ἀνῆλθεν πρὸς τάς αἰωνίους μονάς, Ἀγγέλοις συνευφραίνεσθαι. Ἡμῖν κατέλιπε τὸ χαριτόβρυτον αὐτοῦ σκῆνος καὶ τάς μυροβόλους διδαχάς, τάς ἀποπνεούσας εὐωδίαν ἄρρητον οὐρανίας σοφίας. Ὁ Θεὸς τὸν γνήσιον αὐτοῦ φίλον, Ὅσιον Γερμανόν, ἀντεδόξασε μετὰ τὸν θάνατον αὐτοῦ διὰ πλήθους θαυμάτων. Οὕτως, ὁ ταχὺς βοηθὸς τῶν αὐτὸν ἐπικαλουμένων, συμφώνως ταῖς γραπταῖς μαρτυρίαις, ὄγκους ἀνιάτους ἀφανίζει, ἀσθενεῖς θεραπεύει, παραλύτους συσφίγγει καὶ ἑνὶ ἑκάστῳ πληροῖ τὰ δίκαια πρὸς σωτηρίαν αἰτήματα. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. *Εκ της ακολουθίας του Αγίου. Επιμέλεια, παρουσίαση ημετέρα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου