Παρασκευή 11 Σεπτεμβρίου 2026

ΚΥΡΙΑΚΗ ΙΕ' ΜΑΤΘΑΙΟΥ



Τῷ καιρῷ ἐκείνῳ, Νομικός τις προσῆλθε τῷ ᾿Ιησοῦς, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ ᾿Ιησοῦς, λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυΐδ, ἐν πνεύματι, Κύριον αὐτὸν καλεῖ: λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον· οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.



ΜΗΤΡΟΠΟΛΙΤΗ ΛΑΡΙΣΗΣ ΚΑΙ ΠΛΑΤΑΜΩΝΟΣ κ. ΚΛΗΜΕΝΤΟΣ: ΣΠΙΤΙ ΚΑΙ ΚΟΙΝΩΝΙΑ ΜΕ ΤΟΝ ΧΡΙΣΤΟ Ή ΧΩΡΙΣ ΧΡΙΣΤΟ; (2024)


ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΤΤΙΚΗΣ ΚΑΙ ΒΟΙΩΤΙΑΣ κ. ΧΡΥΣΟΣΤΟΜΟΥ: ΜΗΝΥΜΑ ΓΙΑ ΤΗΝ ΚΥΡΙΑΚΗ ΙΕ' ΜΑΤΘΑΙΟΥ (2023)


ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΕ' ΜΑΤΘΑΙΟΥ ΣΤΗΝ ΙΕΡΑ ΜΟΝΗ ΑΓΙΩΝ ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΙΟΥΣΤΙΝΗΣ, ΦΥΛΗ ΑΤΤΙΚΗΣ (2023)


ΜΗΤΡΟΠΟΛΙΤΗ ΩΡΩΠΟΥ ΚΑΙ ΦΥΛΗΣ κ. ΚΥΠΡΙΑΝΟΥ Β': ΟΜΙΛΙΑ ΣΤΗ ΚΥΡΙΑΚΗ ΙΕ' ΜΑΤΘΑΙΟΥ (2023)


ΚΥΡΙΑΚΗ ΙΕ΄ΜΑΤΘΑΙΟΥ: ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου