Δευτέρα 16 Σεπτεμβρίου 2013

ΚΑΙ ΕΠΙ ΩΜΩΝ ΤΟΝ ΣΤΑΥΡΟΝ ΑΡΟΝ




Καὶ ἐπὶ ὤμων τὸν σταυρὸν ἆρον, σφοδρῶς τε σφίγξον,
Καὶ μέχρι τέλους βάστασον τῶν πειρασμῶν τοὺς πόνους,
Ὀδύνας Τε τῶν θλίψεων, καὶ λυπηρῶν τοὺς ἥλους,
Περιχαρῶς κατάδεξαι, ὥσπερ στέφανον δόξης,
Τῶν ὕβρεων ταῖς λόγχαις δὲ βαλλόμενος καθ᾿ ὥραν,
Καὶ λιθαζόμενος σφοδρῶς ἁπάσας ἀτιμίας,
Δάκρυα ἀντὶ αἵματος προχέων, ἔση μάρτυς.
Καὶ ἐμπαιγμούς, καὶ ῥαπισμοὺς φέρων πανευχαρίστως,
Τῆς ἐμῆς ἔση κοινωνὸς Θεότητος, καὶ δόξης...
Εἰ δὲ καὶ διωχθῆναι σε ὑπὲρ δικαιοσύνης
Γένηται, τότε σκίρτησον, ὅτι ἡ βασιλεία
Τῶν οὐρανῶν, σοῦ γέγονε, καὶ ποῖον τούτου μεῖζον;
Τοῦτο ἔργῳ ἔγνωκα, καὶ γινώσκω Θεέ μου,
Ὅτι κἂν νόσῳ Δέσποτα, κἂν θλίψεσι, κἂν λύπαις,
Κἂν ἐν δεσμοῖς, κἂν ἐν λιμῷ, κἂν φυλακῇ κρατῶμαι,
Κἂν δεινοτέροις ἀλγεινοῖς συνέχωμαι, Χριστέ μου.
Τὸ φῶς σου λάμψαν ἅπαντα ὡς σκότος ἀπελαύνει .
Καὶ ἐν ἀνέσει καὶ φωτί, καὶ φωτὸς ἀπολαύσει
Αἴφνης ποιεῖ με γίνεσθαι τὸ Πνεῦμα σου τὸ θεῖον.



Αγίου Συμεών του νέου Θεολόγου

Ύμνοι Θείων Ερώτων


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου