Τετάρτη 12 Νοεμβρίου 2014

ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ ΤΟΥ ΟΣΙΟΥ ΙΕΡΩΝΥΜΟΥ



 

ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ

 

Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἱερωνύμου τοῦ ἐν Αἰγίνῃ

 

Tοὺς τῆς εὐαγγελικῆς τελειότητος,σπουδῇ ἁγίᾳ καὶ ἀρετῶν συντονίᾳ, διανύσαντας τρίβον καὶ ἑαυτοὺς ἀναλώσαντας ἔργῳ ἐμπράκτῳ τε καὶ πράξει ἐλλόγῳ ἐν τῇ ὑπακοῇ τοῦ Χριστοῦ καὶ τῇ ἀγάπῃ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, καὶ ἀντιταξαμένους τῷ κοσμοκράτορι τοῦ αἰῶνος τούτου, καὶ νικήσαντας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ σκότους, καὶ μαρτυρήσαντας τὴν καλὴν ὁμολογίαν καὶ τὴν πίστιν κρατύναντας,τήν τε᾿Εκκλησίαν στηρίξαντας καὶ τὴν δόξαν αὐτῆς λαμπρύναντας, καὶ τοῖς ἐνδόξοις αὐτῶν μαρτυρίοις κηρύξαντας καὶ ἔτι κηρύττο- ντας, ὅτι αὐτῆς οὐδὲ πύλαι Ἅιδου κατισχύσουσι δύνανται, ἱεραῖς μνήμαις καὶ ἑορταῖς, συνάξεσί τε καὶ πανηγύρεσι σεμνύνειν καὶ τιμᾶν καὶ ἐπαινεῖν ἐξ ἀρχῆς παρὰ τῶν Πατέρων ἡμῶν ἐλάβομεν, τοῦτο πιστεύοντες ὅτι ὁ τιμῶν Κύριον τιμᾷ καὶ ῞Αγιον, ὁ δὲ ἀτιμάζων ῞Αγιον ἀτιμάζει καὶ τὸν ἑαυτοῦ Δεσπότην, ὡς κάλλιστα διδάσκει ὁ τῆς Σαλαμῖνος ᾿Επιφάνιος· ἔτι δέ, εἰς τὴν πρὸς τὸν φιλάνθρωπον Θεὸν ἱκεσίαν τούτους ἐπικαλεῖσθαι, τοῦ δι᾿ αὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν ἵλεων ἡμῖν γενέσθαι Αὐτόν, καὶ λύτρον ἡμῖν τῶν πταισμάτων δοθῆναι. πειδὴ τοίνυν τοιούτοις ἐξέχουσιν ἁγιότητος προτερήμασιν ἐπὶ τῆς γῆς ἐπολιτεύσατο καὶ ἐν τῷ καιρῷ τῆς ἐπι- γείου αὐτοῦ ἀναστροφῆς διεκέκριτο, ὁ ἐκ τῆς Ἁγιοτόκου Καππαδοκίας, καὶ δὴ ἐκ Καρβάλης τῆς κώμης, τῆς Ἱερᾶς Μητροπόλεως Ἰκονίου ὁρμώμενος, καὶ ἐν τῆς Αἰγίνης τῇ νήσῳ διαπρέψας, ὁ Γέρων Ἱερώνυμος, κατὰ κόσμον Βασίλειος Ἀποστολίδης, ἔχων παιδιόθεν τὴν πρὸς τὰ κρείττονα ἔφεσιν καὶ ἀποταξάμενος γνησίως τοῖς βιοτικοῖς πράγμασι καὶ τῆς σοφίας ταῖς χάρισι διαλάμψας, χρηματίσας δὲ τῆς ἐν Χριστῷ εὐσεβείας ἐν διδαχαῖς κῆρυξ θεό- σοφος καὶ διδάσκαλος, καταρτίσας τὸ λογικὸν ποίνιον τοῦ Χριστοῦ ἐν τοῖς χαλεποῖς χρόνοις τῆς ἐκ τῆς ὀρθῆς πίστεως ἀποστασίας καὶ ὑπερμαχήσας ἔργῳ καὶ λόγῳ τῆς πατροπαραδότου πίστεως ἄχρι γήρατος, ἕως οὗ καὶ τὸν βίον αὐτοῦ τῇ γ’ Ὀκτωβρίου τοῦ χιλιοστοῦ ἐννεακοσιοστοῦ ἑξηκοστοῦ καὶ ἕκτου σωτηρίου ἔτους ἐτελεύτησε, θεμελιωθείσης δ᾿ οὕτω περὶ αὐτοῦ αὐθορμήτως ὑπὸ συγχρόνων καὶ μεταγενεστέρων τῆς ἀναγνωρίσεως αὐτοῦ ὡς Ὁσίου καὶ Θαυματουργοῦ, καὶ τιμηθέντος ἅμα τῇ ἐκδημίᾳ αὐτοῦ δι᾿ ἐκκλησιαστικῆς Ἀκολουθίας, πρὸς δὲ λαβόντες ὑπ᾿ ὄψιν καὶ ὅσα δι᾿ ἀναφορᾶς αὐτοῦ καὶ εἰσηγήσεως ἐξέθεσε καὶ συνοδικῶς ἐβεβαιώσατο ὁ Σεβασμιώτατος Μητροπολίτης Πειραιῶς καὶ Σαλαμῖνος κύριος Γερόντιος, περὶ κατατάξεως τοῦ εἰρημένου Γέροντος ἐν τῇ τῶν Ὁσίων καί Ὁμολογητῶν χορείᾳ διατυπούμενος, ἡ ἐλαχιστότης ἡμῶν ἁπάντων τῶν Ἱεραρχῶν τῶν συγκροτούντων τὴν Ἁγίαν καὶ Ἱερὰν Σύνοδον τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, ἀπιδόντες πρὸς τὴν θεάρεστον αὐτοῦ βιοτὴν καὶ πολιτείαν, τοὺς ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως καὶ εὐσεβείας ἀτρώτους αὐτοῦ ἀγῶνας καὶ καμάτους, καὶ περὶ τῆς πνευματικῆς ὠφελείας τῶν πιστῶν πρόνοιαν ποιούμενοι, καὶ διαφημισθείσης τῆς φήμης πρὸς ἡμᾶς, ὅτι τὰ τίμια αὐτοῦ λείψανα,πλήρη ευωδίας πνευματικῆς, ἐν τῷ Ἱερῷ τοῦ Εὐαγγελισμοῦ τῆς ῾Υπεραγίας Θεοτόκου Ἡσυχαστηρίῳ, ἔνθα ὁ μακάριος ἠσκήτευσε καὶ ἐτάφη, ἐντὸς ἀργυρᾶς θήκης φυλάσσονται καὶ εἰς προσκύνησιν ὑπὸ τῶν πιστῶν πρὸς ἁγιασμὸν αὐτῶν τίθενται, καὶ ὅτι θαυμάτων παρεκτικὰ ταῦτα ὁ Κύριος ἀνέδειξεν, ἔγνωμεν συνῳδὰ τοῖς πρὸ ἡμῶν Θείοις Πατράσι τῷ κοινῷ τῆς Ἐκκλησίας ἔθει κατακολουθοῦντες, τὴν προσήκουσαν τοῖς ἁγίοις ἀνδράσι καὶ τούτῳ ἀπονεῖμαι τιμήν.Διὸ καὶ ἀποφαινόμεθα Συνοδικῶς,θεσπίζομεν καὶ διορίζομεν καὶ ἐν Ἁγίῳ διακελευόμεθα Πνεύματι,ὅπως ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς εἰς αἰῶνα τὸν ἅπαντα,ὁπροῤῥηθεὶς ἀοίδιμος Γέρων Ἱερώνυμος ὁ ἐν Αἰγίνῃ, συναριθμῆται τῷ χορῷ τῶν Ὁσίων καὶ Ὁμολογητῶν τῆς Ἐκκλησίας,ἐτησίαις ἱεροτελεστίαις καὶ ἀγιστείας τιμώμενος παρὰ τοῦ εὐσεβοῦς πληρώματος τῶν πιστῶν καὶ ὕμνοις ᾀσμάτων καὶ ἐγκωμίοις γεραιρόμενος τῇ γ’ Ὁκτωβρίου,ἐν ᾗ τὸν βίον αὐτοῦ ἐτελεύτησεν,εἰς τιμὴν μὲν αὐτοῦ,δόξαν δὲ τοῦ ἐν Ἁγίοις θαυμαστοῦ Θεοῦ ἡμῶν, τοῦ τοὺς Ἁγίους δοξάζοντος καὶ ἐνδοξαζομένου ἐν ταῖς ἁγίαις αὐτῶν μνήμαις καὶ ἱεραῖς πανηγύρεσι.Εἰς ἔνδειξιν δὲ τούτου καὶ βεβαίωσιν ἐγένετο καὶ ἡ παροῦσα Συνοδικὴ ἡμῶν Πρᾶξις, καταστρωθεῖσα καὶ ὑπογραφεῖσα ἐν τῷ ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς Ἁγιωτάτης Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος,τῇ ε’τοῦ μηνὸς Σεπτεμβρίου τοῦ ἔτους δισχιλιοστοῦ καὶ δεκάτου τετάρτου.

 

Ἐβεβαιώθη ἐν Αἰγίνῃ, ἐν ἔτει σωτηρίῳ δισχιλιοστῷ καὶ δεκάτῳ τετάρτῳ,κατὰ μῆνα Ὀκτώβριον, τῇ τρίτῃ.


Ο Μαραθώνος Φώτιος


Εκκλησία Γνησίων Ορθοδόξων Χριστιανών


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου