Έκρουσε ποτέ τις ἐν τῷ μοναστηρίῳ τήν ἐμήν θύραν καί ἐξελθών͵
εἶδόν τινα μακρόν καί ὑψηλόν φαινόμενον.
Εἶτα πυθομένου μου· Σύ τίς εἶ;
ἔφη· Ἐγώ εἰμι ὁ Σατανᾶς.
Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος·
Τί μέμφονταί με μάτην οἱ μοναχοί καί οἱ ἄλλοι πάντες Χριστιανοί;
Τί μοι καταρῶνται καθ΄ ὥραν;
Ἐμοῦ δέ εἰπόντος· Τί γάρ αὐτοῖς ἐνοχλεῖς; ἔφη·
Οὐκ εἰμ ἐγώ ὁ ἐνοχλῶν αὐτοῖς͵ ἀλλ΄ αὐτοί ταράττουσιν ἑαυτούς·
ἐγώ γάρ ἀσθενής γέγονα.
Οὐκ ἀνέγνωσαν͵ ὅτι Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος καί πόλεις καθεῖλες;
οὐκ ἔτι τόπον ἔχω͵ οὐ βέλος͵ οὐ πόλιν.
Πανταχοῦ Χριστιανοί γεγόνασι, λοιπόν καί ἡ ἔρημος πεπλήρωται μοναχῶν.
Ἑαυτούς τηρείτωσαν καί μή μάτην με καταράσθωσαν.
Τότε θαυμάσας ἐγὼ τοῦ Κυρίου τὴν χάριν͵ εἶπον πρὸς αὐτόν· Ἀεὶ ψεύστης ὢν καὶ μηδέποτε λέγων ἀλήθειαν͵ ὅμως τοῦτο νῦν καὶ μὴ θέλων εἴρηκας ἀληθές· ὁ γὰρ Χριστὸς͵ ἐλθὼν͵ ἀσθενῆ σε πεποίηκε καὶ καταβαλὼν ἐγύμνωσεν. Ἐκεῖνος͵ ἀκούσας τὸ τοῦ Σωτῆρος ὄνομα καὶ μὴ φέρων τὴν ἐκ τούτου καῦσιν͵ ἀφανὴς γέγονεν. Εἰ τοίνυν καὶ αὐτὸς ὁ διάβολος ὁμολογεῖ μηδὲν δύνασθαι͵ ὀφείλομεν παντελῶς καταφρονεῖν αὐτοῦ τε καὶ τῶν δαιμόνων αὐτοῦ.
Ὁ μὲν οὖν ἐχθρὸς μετὰ τῶν ἑαυτοῦ κυνῶν τοσαύτας ἔχει τὰς πανουργίας· ἡμεῖς δὲ͵ μαθόντες αὐτῶν τὴν ἀσθένειαν͵ καταφρονεῖν αὐτῶν δυνάμεθα. Τοῦτον οὖν τὸν τρόπον μὴ προκαταπίπτωμεν τῇ διανοίᾳ͵ μηδὲ λογιζώμεθα ἐν τῇ ψυχῇ δειλίας͵ μηδὲ ἀναπλάττωμεν ἑαυτοῖς φόβους͵ λέγοντες· Μὴ ἄρα δαίμων ἐλθὼν ἀνατρέψῃ με· μὴ ἄρα βαστάξας καταβάλῃ͵ ἢ ἐξαίφνης ἐπιστὰς ἐκταράξῃ. Μηδ΄ ὅλως ἐνθυμώμεθα τοιαῦτα͵ μηδὲ λυπώμεθα ὡς ἀπολλύμενοι· θαῤῥῶμεν δὲ μᾶλλον καὶ χαίρωμεν ἀεὶ͵ ὡς σωζόμενοι, καὶ λογιζώμεθα τῇ ψυχῇ͵ ὅτι Κύριος μεθ΄ ἡμῶν ἐστιν͵ ὁ τροπώσας καὶ καταργήσας αὐτούς. Καὶ διανοώμεθα δὲ καὶ ἐνθυμώμεθα ἀεί͵ ὅτι͵ ὄντος τοῦ Κυρίου μεθ΄ ἡμῶν͵ οὐδὲν ἡμῖν οἱ ἐχθροὶ ποιήσουσιν.
Ἐλθόντες γάρ͵ ὁποίους ἂν εὕρωσιν ἡμᾶς͵ τοιοῦτοι καὶ αὐτοὶ γίνονται πρὸς ἡμᾶς καὶ πρὸς ἃς εὑρίσκουσιν ἐν ἡμῖν ἐννοίας͵ οὕτω καὶ αὐτοὶ τὰς φαντασίας ἀφομοιοῦσιν. Ἐὰν μὲν οὖν δειλιῶντας εὕρωσι καὶ ταραττομένους͵ εὐθὺς αὐτοὶ ὡς λῃσταὶ τὸν τόπον ἀφύλακτον εὑρόντες ἐπιβαίνουσι, καὶ ὅπερ ἀφ΄ ἑαυτῶν λογιζόμεθα͵ τοῦτο μετὰ προσθήκης ποιοῦσιν. Ἐὰν γὰρ βλέπωσιν ἡμᾶς φοβουμένους καὶ δειλιῶντας͵ μειζόνως αὐξάνουσι τὴν δειλίαν ἐν ταῖς φαντασίαις καὶ ταῖς ἀπειλαῖς καὶ λοιπὸν ἐν τούτοις ἡ ταλαίπωρος κολάζεται ψυχή· ἐὰν δὲ χαίροντας ἡμᾶς εὕρωσιν ἐν Κυρίῳ καὶ λογιζομένους περὶ τῶν μελλόντων ἀγαθῶν͵ καὶ ἐνθυμουμένους τὰ τοῦ Κυρίου͵ καὶ διαλογιζομένους ὅτι πάντα ἐν χειρὶ Κυρίου ἐστὶ καὶ οὐδὲν ἰσχύει δαίμων κατὰ Χριστιανοῦ͵ οὐδὲ ὅλως ἐξουσίαν ἔχει κατά τινος, βλέποντες ἠσφαλισμένην τὴν ψυχὴν τοῖς τοιούτοις λογισμοῖς͵ ἀποστρέφονται κατῃσχυμμένοι.
Οὕτως τὸν μὲν Ἰὼβ ἰδὼν ὁ ἐχθρὸς περιπεφραγμένον͵ ἀνεχώρησεν ἀπ΄ αὐτοῦ· τὸν δὲ Ἰούδαν γυμνὸν ἀπὸ τούτων εὑρὼν ᾐχμαλώτισεν. Ὥστε͵ εἰ θέλομεν καταφρονεῖν τοῦ ἐχθροῦ͵ λογιζώμεθα ἀεὶ τὰ τοῦ Κυρίου καὶ χαιρέτω ἀεὶ ἡ ψυχὴ τῇ ἐλπίδι, καὶ ὀψόμεθα ὡς καπνὸν τὰ τῶν δαιμόνων παίγνια καὶ μᾶλλον φεύγοντας αὐτοὺς ἢ διώκοντας. Εἰσὶ γὰρ λίαν αὐτοί͵ καθὰ προεῖπον͵ δειλοί͵ προσδοκῶντες ἀεὶ τὸ ἡτοιμασμένον αὐτοῖς πῦρ. Καὶ τοῦτο δὲ πρὸς ἀφοβίαν κατ΄ ἐκείνων ἔχετε παρ΄ ἑαυτοῖς τὸ τεκμήριον·
Ὅταν τις φαντασία γένηται͵ μὴ προκατάπιπτε ἐν δειλίᾳ͵ ἀλλ΄ ὁποία ἂν ᾖ͵ θαῤῥῶν ἐρώτα πρῶτον· Τίς εἶ σὺ͵ καὶ πόθεν; Καὶ ἐὰν μὲν ᾖ ἁγίων ὀπτασία͵ πληροφοροῦσί σε καὶ τὸν φόβον σου εἰς χαρὰν μεταβάλλουσιν, ἐὰν δὲ διαβολική τις ᾖ͵ εὐθὺς ἐξασθενεῖ͵ βλέπουσα ἐῤῥωμένην τὴν διάνοιαν· ἀταραξίας γὰρ τεκμήριον τὸ ὅλως πυνθάνεσθαι· Τίς εἶ καὶ πόθεν; Οὕτως ὁ μὲν τοῦ Ναυῆ ἐρωτήσας ἔμαθεν, ὁ δὲ ἐχθρὸς οὐκ ἔλαθεν ἐρωτήσαντα τὸν Δανιήλ.
Εκ του ιστολογίου ''ELLOPOS''.
Επιμέλεια και παρουσίαση κειμένου ΑΓΙΟΚΥΠΡΙΑΝΙΤΗΣ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου