ΑΓΙΟΚΥΠΡΙΑΝΙΤΗΣ
Δευτέρα 30 Νοεμβρίου 2020
ΕΥΧΗ ΕΠΙ ΤΗ ΠΑΡΟΥΣΗ ΘΛΙΨΕΙ ΚΑΙ ΔΟΚΙΜΑΣΙΑ
Ευχή επί τη παρούση
Θλίψει και Δοκιμασία
Κ
ύριε ὁ Θεὸς ἡμῶν, ἡ Ζωή, ἡ Βοήθεια καὶ ἡ Ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ χορηγῶν ἴασιν τοῖς εἰς Σὲ ἐκ ψυχῆς καταφεύγουσιν, ὁ στηρίζων τοὺς ἀδυνάτους καὶ τοῖς ὀλιγοψύχοις παραμυθίαν διδούς,
ὁ
τοὺς ἐν θλίψεσιν ἐνισχύων καὶ ἰώμενος τοὺς ἐν ἀσθενείᾳ κατακειμένους, ἐπάκουσον τὰς ἱκεσίας καὶ δεήσεις τῶν δούλων Σου καὶ ἀπάλλαξον αὐτούς τε καὶ ἡμᾶς ἀπὸ τῆς ὀλεθρίου ἐπιβουλῆς τοῦ θανατηφόρου ἰοῦ, τοῦ καλουμένου κορωνοϊοῦ.
Ν
αί, Δέσποτα Παντοκράτορ, ἐπίβλεψον ἐξ ἁγίου Κατοικητηρίου Σου καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν Ποίμνην σου, ῥυόμενος αὐτὴν ἐκ πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τε καὶ λοιμῶν. Δέχου τὴν Μετάνοιαν ἡμῶν, τῶν ἐν ταπεινώσει καὶ κλαυθμῷ ἐπιρριπτομένων ἐν τῷ ἀχράντῳ πελάγει τῆς Σῆς ἀγαθότητος,
κ
αὶ συγχώρησον ἀφ’ ἡμῶν πᾶν ἁμάρτημα ἑκούσιόν τε καὶ ἀκούσιον, πᾶν πάθος καὶ πάντα πειρασμόν, διατηρῶν ἡμᾶς ἀπαρατρώτους ἐν τῇ Ὀρθοδόξῳ πίστει καὶ ἐν τῇ τρίβῳ τῶν θείων Ἐντολῶν Σου.
Ἐ
ξάλειψον τὸν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐμφανισθέντα ἰὸν τοῦτον καὶ δώρησαι τοῖς ἐν ἀσθενείᾳ οὖσιν ἐξ αὐτοῦ τελείαν τὴν ἴασιν καὶ τὴν ἀπαλλαγήν.
Τ
οὺς ἐν κινδύνοις ὄντας ὑπὲρ τῆς αἰνέσεως τοῦ Κράτους τῆς δεσποτείας Σου, ἐν τοῖς ἱεροῖς καὶ ἁγίοις Ναοῖς καὶ εὐκτηρίοις οἴκοις Σου, διαφύλαξον ἀπὸ παντὸς κακοῦ, ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου καὶ ἀπὸ φθοροποιῶν ἀνθρώπων τε καὶ περιστάσεων.
Τ
ὸν πιστὸν λαόν Σου, τὸν ἐν θλίψει καὶ ἀνάγκῃ ὄντα, ἐνδυνάμωσον, φύλαξον, περιφρούρησον ἐκ πάσης ἀλγηδόνος ψυχῆς τε καὶ σώματος.
Τ
ὸν φόβον ἐκ τῶν ψυχῶν ἀποδίωξον καὶ τὴν ἀνδρείαν ἐν αὐταῖς ἐμφύτευσον. Τὴν Ἐκκλησίαν Σου στερέωσον, διαφυλάττων αὐτὴν ἀπὸ πάσης δεινῆς περιστάσεως καὶ κακώσεως.
Τ
οὺς εὐσεβεῖς κραταίωσον, τὴν εἰρήνην ἐν τῷ κράτει ἡμῶν βράβευσον, τοὺς δὲ ἀσεβεῖς καὶ τὰς ἀνοσίους αὐτῶν βουλὰς διασκέδασον, ἵνα μὴ βλάψωσι τὸν κόσμον καὶ τὴν κτίσιν Σου.
Χ
άρισαι δὲ ἡμῖν, Δέσποτα καὶ Κύριε τῶν ἁπάντων, φωτισμὸν ψυχῆς καὶ βίου διόρθωσιν, ἵνα ἀπαλλαττώμενοι ἐκ τοῦ θανατηφόρου ἰοῦ καὶ πάντων τῶν ἐκ τούτου θλιβερῶν τε καὶ δεινῶν συμπτωμάτων,
δ
οξάζωμεν ἅπαντες ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ Εὐχή αὕτη συνετάχθη καί ἐνεκρίθη ὑπό τῆς Ἱερᾶς ἡμῶν Συνόδου τῆς Ἐκκλησίας Γ.Ο.Χ. Ἑλλάδος (Νοέμβριος 2020) καί παρακαλοῦνται οἱ Ἱερεῖς ὅπως ἀναγινώσκουν αὐτήν εἰς τάς Ἱεράς Ἀκολουθίας πρό τοῦ «Δι΄ εὐχῶν». Ἐπίσης, δύναται νά χρησιμοποιῆται καί ὑπό τῶν λαϊκῶν πιστῶν εἰς τάς κατ΄ ἰδίαν προσευχάς των καθημερινῶς.
Πηγή:
https://www.ecclesiagoc.gr
Εκκλησία Γνησίων Ορθοδόξων Χριστιανών
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
‹
›
Αρχική σελίδα
Προβολή έκδοσης ιστού
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου