ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ
Τη Αγία και Μεγάλη Τετάρτη
Δύο γυναῖκες, λέγουσιν οἱ κριτικώτεροι τῶν Εὐαγγελίων ἑρμηνευταί, ἤλειψαν τὸν Κύριον μύρῳ, ἡ μὲν πολὺν καιρὸν πρὸ τοῦ πάθους Αὐτοῦ, ἡ δὲ πρὸ ὀλίγων ἡμερῶν· καὶ ἡ μὲν ὑπῆρχε πόρνη καὶ ἁμαρτωλή, ἡ δὲ σώφρων καὶ ἐνάρετος. Τοῦ εὐλαβοῦς τούτου ἔργου τὴν μνήμην ἐπιτελοῦσα σήμερον ἡ ᾿Εκκλησία, καὶ εἰς τὸ πρόσωπον τῆς πόρνης αὐτὸ ἀναφέρουσα, συναναφέρει ἐνταυτῷ καὶ τὴν προδοσίαν τοῦ ᾿Ιούδα, ἅπερ ἀμφότερα ἐπράχθησαν, κατὰ τὴν ἱστορικὴν τοῦ Ματθαίου σειράν, δύο ἡμέρας πρὸ τοῦ νομικοῦ Πάσχα, Μαρτίου καʹ, ἡμέρᾳ Τετράδι τῆς ἑβδομάδος. Ἡ γυνὴ λοιπὸν ἐκείνη ἤλειψε διὰ τοῦ μύρου τὴν κεφαλὴν καὶ τοὺς πόδας τοῦ ᾿Ιησοῦ καὶ διὰ τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς ἀπεσπόγγισεν αὐτούς. Τὸ πολύτιμον ἐκεῖνον μύρον ἐξετιμήθη 300 δηνάρια, ἢ περίπου 15 φλωρία βενετικά. ᾿Εκ τῶν μαθητῶν ἐξόχως ὁ φιλάργυρος ᾿Ιούδας σκανδαλίζεται, τάχα διὰ τὴν ἀπώλειαν τοιούτου μύρου. ῾Ο ᾿Ιησοῦς ἐπιπλήττει αὐτόν, ἵνα μὴ ἐνοχλῇ τὴν γυναῖκα· καὶ ὁ ᾿Ιούδας ἀγανακτῶν πορεύεται πρὸς τοὺς ἀρχιερεῖς, συνηγμένους εἰς τὴν αὐλὴν τοῦ Καϊάφα καὶ συμβουλευομένους ἤδη κατὰ τοῦ ᾿Ιησοῦ· καὶ συμφωνήσας μετ᾿ αὐτῶν τὴν προδοσίαν τοῦ διδασκάλου διὰ τριάκοντα ἀργύρια, ἀπὸ τότε ἐζήτει εὐκαρίαν ἵνα Αὐτὸν παραδῷ. ῞Ενεκα τούτου ἔλαβεν ἀρχὴν ἀπ᾿ αὐτῶν τῶν ἀποστολικῶν χρόνων ἡ νηστεία τῆς Τετράδος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου