Πέμπτη 2 Μαΐου 2024

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ

 




Τη Αγία και Μεγάλη Πέμπτη


Κατὰ τὸ ἑσπέρας τῆς σήμερον, ἥτις ἦν τότε ἡ πρὸ τῶν ἀζύμων ἡμέρα, τοὐτέστιν ἡ τοῦ νομικοῦ πάσχα παραμονή, Μαρτίου κβʹ, ἡμέρᾳ Πέμπτῃ τῆς ἑβδομάδος, συνεδείπνησεν ἐν τῇ πόλει ὁ ᾿Ιησοῦς μετὰ τῶν δώδεκα μαθητῶν. Εὐλόγησε τὸν ἄρτον καὶ τὸν οἶνον, καὶ πρέδωκε τὸ μυστήριον τῆς θείας Εὐχαριστίας. ῎Ενιψε τοὺς πόδας τῶν μαθητῶν, εἰς ὑπόδειγμα ταπεινώσεως. Εἶπε παῤῥησίᾳ, ὅτι εἷς ἐξ αὐτῶν ἐμελέτα τὴν κατ᾿ αὐτοῦ προδοσίαν· καὶ ἔδειξε τὸν προδότην, δοὺς εἰς τὸν ᾿Ιούδαν ἄρτου τεμάχιον βεβαμμένον εἰς τοῦ τρυβλίου τὸν ζωμόν. ᾿Εξελθόντος ἐκείνου παρευθύς, ἐδίδαξε τοὺς μαθητὰς τὰ ὑπερφυᾶ καὶ τελευταῖα μαθήματα, ὅσα ἐμπεριέχονται τὸ α´ Εὐαγγέλιον τῶν ἁγίων παθῶν. Ἐξέρχεται μετὰ ταῦτα ὁ Θεάνθρωπος εἰς τὸ ὄρος τῶν ῎Ελαιῶν, καὶ ἐκεῖ ἄρχεται λυπεῖσθαι καὶ ἀδημονεῖν. ᾿Αναχωρεῖ κατ᾿ ἰδίαν, καὶ κλίνας τὰ γόνατα προσεύχεται ἐκτενῶς· καὶ ἐκ τῆς πολλῆς ἀγωνίας γίνεται ὁ ἱδρὼς αὐτοῦ ὡς αἵματος πηκτοῦ θρόμβοι, πίπτοντες εἰς τὴν γῆν. Μόλις πληροῖ τὴν ἐναγώνιον ἐκείνην προσευχὴν καὶ ἰδοὺ φθάνει καὶ ὁ ᾿Ιούδας μετὰ στρατιωτῶν ἐνόπλων καὶ ὄχλου πολλοῦ, καὶ χαιρετίσας, καὶ φιλήσας δολίως τὸν διδάσκαλον, παραδίδει αὐτόν. Συλλαμβάνεται λοιπὸν ὁ ᾿Ιησοῦς καὶ φέρεται δέσμιος πρὸς τοὺς ἀρχιερεῖς ῎Ανναν καὶ Καϊάφαν. Οἱ μαθηταὶ σκορπίζονται καὶ ὁ θερμότερος τῶν ἄλλων Πέτρος, ἀκολουθήσας αὐτῷ μέχρι τῆς ἀχιερατικῆς αὐλῆς, ἀρνεῖται καὶ αὐτὸς τελευταῖον ὅτι ἐστὶν αὐτοῦ μαθητής. ῾Ο δὲ θεῖος διδάσκαλος παριστάνεται ἔμπροσθεν τοῦ παρανόμου συνεδρίου, ἐξετάζεται περὶ τῶν μαθητῶν καὶ τῆς διδαχῆς αὐτοῦ, ἐξορκίζεται εἰς τὸν Θεόν, ἵνα εἴπῃ ἐὰν αὐτὸς ὑπάρχῃ τῳόντι ὁ Χριστός· καὶ εἰπὼν τὴν ἀλήθειαν κρίνεται θανάτου ἔνοχος, τάχα ὡς βλασφημήσας. ᾿Εφεξῆς ἐμπτύεται εἰς τὸ πρόσωπον, ῥαπίζεται, ἐμπαίζεται παντοιοτρόπως δι᾿ ὅλης τῆς νυκτὸς ἕως πρωΐας.




ΜΑΚΑΡΙΣΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ: ΛΥΠΗ ΜΕΧΡΙ ΘΑΝΑΤΟΥ


Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ


ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ: ΟΙ ΠΡΟΦΗΤΕΙΕΣ ΠΟΥ ΕΚΠΛΗΡΩΘΗΚΑΝ ΚΑΤΑ ΤΗ ΣΤΑΥΡΩΣΗ ΤΟΥ ΚΥΡΙΟΥ


ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ


ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ: Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΑΠΟΦΑΣΗ ΘΑΝΑΤΩΣΕΩΣ ΤΟΥ ΙΗΣΟΥ ΚΑΙ ΤΟ ΦΟΒΕΡΟ ΤΕΛΟΣ ΤΟΥ ΙΟΥΔΑ


Ο ΔΕ ΙΗΣΟΥΣ ΚΡΑΞΑΣ ΦΩΝΗ ΜΕΓΑΛΗ ΑΦΗΚΕ ΤΟ ΠΝΕΥΜΑ


ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ: Η ΕΛΕΥΘΕΡΙΑ ΤΗΣ ΤΑΠΕΙΝΩΣΗΣ


ΚΗΡΥΓΜΑ Μ. ΠΕΜΠΤΗΣ ΤΟΥ 1995 ΣΤΟΝ Ι. Ν. ΑΓΙΑΣ ΜΑΡΚΕΛΛΑΣ, ΑΣΤΟΡΙΑΣ


ΕΙΚΟΝΟΛΟΓΙΚΟ ΣΥΝΑΞΑΡΙΟ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ


Ο ΠΑΝΑΓΑΘΟΣ ΘΕΟΣ ΤΟΝ ΣΤΑΥΡΟΝ ΜΑΣ ΕΧΑΡΙΣΕΝ


ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ: Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΑΡΝΗΣΗ ΚΑΙ ΤΗ ΜΕΤΑΝΟΙΑ ΤΟΥ ΠΕΤΡΟΥ


ΤΟΤΕ ΕΙΠΕ ΧΑΙΡΕ ΡΑΒΒΙ ΚΑΙ ΚΑΤΕΦΙΛΗΣΕΝ ΑΥΤΟΝ


ΓΙΑΤΙ Ο ΧΡΙΣΤΟΣ ΔΕΝ ΑΛΛΑΞΕ ΤΟΝ ΙΟΥΔΑ;


ΕΙΣ ΕΞ ΥΜΙΝ ΠΑΡΑΔΩΣΕΙ ΜΕ Ο ΕΣΘΙΩΝ ΜΕΤ ΕΜΟΥ


Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΔΩΡΟΔΟΚΙΑ ΤΩΝ ΣΤΡΑΤΙΩΤΩΝ ΑΠΟ ΤΟΥΣ ΑΡΧΙΕΡΕΙΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ


ΣΙΜΩΝ ΚΟΙΜΑΣΑΙ; ΔΕΝ ΜΠΟΡΕΣΕΣ ΜΙΑ ΩΡΑ Ν' ΑΓΡΥΠΝΗΣΕΙΣ;


Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΑ ΓΕΓΟΝΟΤΑ ΤΗΣ ΣΤΑΥΡΩΣΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΣΥΜΦΩΝΑ ΜΕ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗ ΜΑΤΘΑΙΟ


ΑΛΗΘΕΙΑ ΣΑΣ ΛΕΓΩ ΕΝΑΣ ΑΠΟ ΣΑΣ ΘΑ ΜΕ ΠΡΟΔΩΣΕΙ


ΙΟΥΔΑΣ ΙΣΚΑΡΙΩΤΗΣ, Η ΑΙΩΝΙΑ ΑΥΤΟΜΟΝΩΣΗ


ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ: Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΑΝΑΚΡΙΣΗ ΤΟΥ ΚΥΡΙΟΥ ΑΠΟ ΤΟΝ ΚΑΪΑΦΑ


ΑΤΕΝΙΖΟΝΤΑΣ ΤΟΝ ΣΩΤΗΡΑ ΣΤΟ ΣΤΑΥΡΟ


ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ: Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΔΙΚΗ ΤΟΥ ΙΗΣΟΥ ΕΝΩΠΙΟΝ ΤΟΥ ΠΙΛΑΤΟΥ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου