Σάββατο 7 Δεκεμβρίου 2024

ΙΓ' ΛΟΥΚΑ: «ΔΙΔΑΣΚΑΛΕ ΑΓΑΘΕ, ΤΙ ΠΟΙΗΣΑΣ ΖΩΗΝ ΑΙΩΝΙΟΝ ΚΛΗΡΟΝΟΜΗΣΩ»;




Το Ευαγγέλιο Κατά Λουκάν (ιη΄ 18-27)

Τῷ καιρῷ εκείνω, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.




ΚΥΡΙΑΚΗ ΙΓ΄ ΛΟΥΚΑ (Λκ. ιη' 18-27)


ΜΗΤΡΟΠΟΛΙΤΗ ΛΑΡΙΣΗΣ ΚΑΙ ΠΛΑΤΑΜΩΝΟΣ κ. ΚΛΗΜΕΝΤΟΣ: ΘΥΣΙΑ ΓΙΑ ΤΟΝ ΘΕΟ (2023)


ΑΓΙΟΥ ΙΩΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ: ΣΧΕΤΙΚΑ ΜΕ ΤΟΝ ΠΛΟΥΣΙΟ ΝΕΑΝΙΣΚΟ ΠΟΥ ΕΠΙΘΥΜΟΥΣΕ ΝΑ ΚΛΗΡΟΝΟΜΗΣΕΙ ΤΗΝ ΑΙΩΝΙΑ ΖΩΗ 


ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΤΤΙΚΗΣ ΚΑΙ ΒΟΙΩΤΙΑΣ κ. ΧΡΥΣΟΣΤΟΜΟΥ: «ΜΗΝΥΜΑ ΓΙΑ ΤΗΝ ΚΥΡΙΑΚΗ ΙΓ' ΛΟΥΚΑ» (2022)


ΑΝΑΓΝΩΣΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ΙΓ' ΛΟΥΚΑ (2021)




''ΔΙΔΑΣΚΑΛΕ ΑΓΑΘΕ, ΤΙ ΠΟΙΗΣΑΣ ΖΩΗΝ ΑΙΩΝΙΟΝ ΚΛΗΡΟΝΟΜΗΣΩ'';


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου