ΚΥΡΙΑΚΗ ΣΤ' ΜΑΤΘΑΙΟΥ: «Η ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΠΑΡΑΛΥΤΙΚΟΥ» ΤΗΣ ΚΑΠΕΡΝΑΟΥΜ
Κατά Ματθαίον θ 1-8)
Τῷ καιρῷ ἐκείνῳ, ἐμβὰς ὁ Ἰησοῦς εἰς τὸ πλοῖον, διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ ᾽Ιησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ΄ Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς΄ Οὗτος βλασφημεῖ. Καὶ ἰδὼν ὁ ᾽Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν΄ Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν΄ ᾽Αφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν΄ ῎Εγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, τότε λέγει τῷ παραλυτικῷ΄ ᾽Εγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Ἰδόντες δὲ οἱ ὄχλοι, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεόν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου