Δευτέρα 29 Απριλίου 2024

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ

 




Τη Αγία και Μεγάλη Δευτέρα


Απὸ τῆς σήμερον ἄρχονται τὰ ἅγια πάθη τοῦ Σωτῆρος ἡμῶν· καὶ πρῶτον πάντων λαμβάνεται εἰς τύπον αὐτοῦ ᾿Ιωσὴφ ὁ πάγκαλος. ῏Ην δὲ οὗτος υἱὸς τοῦ ᾿Ιακὼβ ἑνδέκατος· ὅστις φθονηθεὶς ὑπὸ τῶν ἰδίων ἀδελφῶν καὶ εἰς λάκκον βληθείς, εἶτα πωληθεὶς εἰς ἀλλοφύλους, καὶ ὑπ᾿ ἐκείνων πάλιν εἰς Αἴγυπτον, καὶ διὰ τὴν σωφροσύνην αὐτοῦ συκοφαντηθεὶς καὶ εἰς φυλακὴν καταδικασθείς, καὶ τελευταῖον ἐξαχθεὶς ἐκεῖθεν μετὰ δόξης πολλῆς καὶ τιμηθεὶς ὡς βασιλεύς, καὶ γενόμενος κύριος πάσης γῆς Αἰγύπτου καὶ σιτοδότης παντὸς τοῦ λαοῦ· διὰ τούτων πάντων ἐτύπωσεν εἰς ἑαυτὸν τὰ πάθη καὶ τὴν μετὰ ταῦτα δόξαν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ. Εἰς τὴν μνήμην ταύτην τοῦ ᾿Ιωσὴφ ἐπισυνάπτεται καὶ ἡ ἱστορία τῆς ὑπὸ τοῦ Κυρίου, κατὰ τὴν σήμερον τὸ πρωΐ, ιθʹ Μαρτίου, καταραθείσης καὶ ξηρανθείσης συκῆς διὰ τὴν ἑαυτῆς ἀκαρπίαν. Εἰκόνιζε δὲ αὕτη τῶν ᾿Ιουδαίων τὴν συναγωγήν, ἥτις, μὴ ἔχουσα τὸν ἀπαιτούμενον καρπὸν τῆς ἀρετῆς καὶ εὐσεβείας, ἐγυμνώθη πάσης χάριτος πνευματικῆς διὰ τῆς κατάρας.




ΑΓΙΟΣ ΙΩΣΗΦ Ο ΠΑΓΚΑΛΟΣ ΕΙΣ ΤΥΠΟΝ ΧΡΙΣΤΟΥ


ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ: ΥΠΟΜΝΗΜΑΤΙΣΜΟΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ - ΑΠΟΣΤΟΜΩΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ 


ΤΟΥ ΚΥΡΙΟΥ ΠΡΟΣ ΤΟΥΣ ΦΑΡΙΣΑΙΟΥΣ


ΠΑΝΤΕΛΗ ΠΑΣΧΟΥ: Η ΧΡΟΝΙΑ ΤΟΥ ΔΙΑΒΟΛΟΥ ΚΑΤΕΛΥΘΗ ΤΥΡΑΝΝΙΣ


ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ: ΜΝΕΙΑ ΤΗΣ ΥΠΟ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΤΑΡΑΣΘΕΙΣΗΣ ΚΑΙ ΞΗΡΑΝΘΕΙΣΗΣ ΣΥΚΗΣ


ΑΠΟΔΕΙΠΝΟ ΚΑΙ ΟΡΘΡΟΣ Μ. ΔΕΥΤΕΡΑΣ (2024)


ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ: ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ ΚΑΙ ΕΙΣ ΤΗΝ ΞΗΡΑΝΘΕΙΣΑΝ ΣΥΚΗΝ


ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ: Η ΞΗΡΑΝΘΕΙΣΑ ΣΥΚΙΑ


ΟΡΘΡΟΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ: Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΚΑΚΩΝ ΓΕΩΡΓΩΝ


Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΚΑΚΩΝ ΓΕΩΡΓΩΝ


ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΑΧΑΡΝΩΝ: Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΝΥΜΦΙΟΥ - Ο ΟΡΘΡΟΣ ΤΗΣ Μ. ΔΕΥΤΕΡΑΣ


ΑΝΔΡΕΑ ΘΕΟΔΩΡΟΥ: ΑΠΟ ΤΗΝ ΥΜΝΟΛΟΓΙΑ ΤΗΣ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ


ΑΠΟΔΕΙΠΝΟ ΚΑΙ ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ ΣΤΗΝ ΙΕΡΑ ΜΟΝΗ ΤΩΝ ΑΓΙΩΝ ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΙΟΥΣΤΙΝΗΣ, ΦΥΛΗΣ ΑΤΤΙΚΗΣ


ΔΗΜΗΤΡΙΟΣ ΠΑΝΑΓΟΠΟΥΛΟΣ - ΟΜΙΛΙΑ ΣΤΗΝ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ


ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ: O IEΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΑΚΑΡΠΗ ΣΥΚΙΑ ΠΟΥ ΞΕΡΑΘΗΚΕ


ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ: ΥΠΟΜΝΗΜΑΤΙΣΜΟΣ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ - Η ΠΑΡΑΒΟΛΗ ΓΙΑ ΤΟΥΣ ΔΥΟ ΓΙΟΥΣ


ΑΓΙΟΥ ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΗ: Η ΣΥΚΙΑ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου