Σάββατο 7 Σεπτεμβρίου 2024

ΚΥΡΙΑΚΗ ΙΑ' ΜΑΤΘΑΙΟΥ: Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΜΥΡΙΩΝ ΤΑΛΑΝΤΩΝ




Ματθαίου 18,23-35


Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Αρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ’ ἐμοί, καὶ ἀποδώσω σοι· Ο δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ιδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέησα; καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.


Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΜΥΡΙΩΝ ΤΑΛΑΝΤΩΝ


ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΤΤΙΚΗΣ ΚΑΙ ΒΟΙΩΤΙΑΣ κ. ΧΡΥΣΟΣΤΟΜΟΥ: ΜΗΝΥΜΑ ΓΙΑ ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΑ' ΜΑΤΘΑΙΟΥ (2024)


ΜΗΤΡΟΠΟΛΙΤΗ ΛΑΡΙΣΗΣ ΚΑΙ ΠΛΑΤΑΜΩΝΟΣ κ. ΚΛΗΜΕΝΤΟΣ: ΠΟΙΑ ΕΙΝΑΙ Η ΚΑΛΥΤΕΡΗ «ΦΙΛΕΝΑΔΑ» ΤΟΥ ΔΙΑΒΟΛΟΥ;


ΣΤΡΑΤΙΩΤΕΣ ΤΟΥ ΧΡΙΣΤΟΥ


ΠΑΛΑΙΟΤΕΡΗ ΟΜΙΛΙΑ ΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΛΑΡΙΣΗΣ ΚΑΙ ΠΛΑΤΑΜΩΝΟΣ κ. ΚΛΗΜΕΝΤΟΣ ΤΗΝ ΚΥΡΙΑΚΗ ΙΑ' ΜΑΤΘΑΙΟΥ (2009)


ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ ΙΑ' ΜΑΤΘΑΙΟΥ


«ΚΥΡΙΕ, ΠΟΣΑΚΙΣ ΑΜΑΡΤΗΣΕΙ ΕΙΣ ΕΜΕ Ο ΑΔΕΛΦΟΣ ΚΑΙ ΑΦΗΣΩ ΑΥΤΩ; ΕΩΣ ΕΠΤΑΚΙΣ;»


ΙΑ' ΜΑΤΘΑΙΟΥ: Η ΠΑΡΑΒΟΛΗ ΤΩΝ ΜΥΡΙΩΝ ΤΑΛΑΝΤΩΝ


ΤΟ ΔΟΓΜΑ ΤΗΣ ΤΕΛΙΚΗΣ ΚΡΙΣΗΣ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΠΑΡΟΥΣΙΑΣ


ΣΧΟΛΙΑ ΣΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΑ' ΜΑΤΘΑΙΟΥ


ΚΥΡΙΑΚΗ ΙΑ' ΜΑΤΘΑΙΟΥ: ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΒΕΛΙΜΙΡΟΒΙΤΣ: ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΣΥΓΧΩΡΗΣΗΣ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου