ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ
Τη Αγία και Μεγάλη Τρίτη
Τῆς τῶν δέκα παρθένων παραβολῆς τὴν ἀνάμνησιν ποιούμεθα σήμερον, ἣν ἐλάλησεν ὁ ᾿Ιησοῦς μετὰ καὶ ἄλλων τοιούτων παραβολῶν, ἐρχόμενος ἐπὶ τὸ πάθος. Διδάσκει δὲ ἡμᾶς ἡ παραβολὴ αὕτη, ἵνα μὴ τὸ μέγα τῆς παρθενίας ἔργον κατορθοῦντες, ἀμελῶμεν τῶν λοιπῶν, καὶ μάλιστα τῆς ἐλεημοσύνης, δι᾿ ἧς ἡ λαμπὰς τῆς παρθενίας φαιδρύνεται. ῎Ετι δὲ ἵνα, τὸ τέλος τῆς ζωῆς ἡμῶν ἀγνοοῦντες, ὑπάρχωμεν πᾶσαν ὥραν ἕτοιμοι πρὸς αὐτό, ὡς αἱ φρόνιμοι παρθένοι, πρὸς τὴν τοῦ νυμφίου ἀπάντησιν, μήποτε, αἰφνιδίως ἐλθόντος αὐτοῦ, καὶ κλεισθείσης τῆς θύρας τοῦ οὐρανίου νυμφῶνος, ἀκούσωμεν καὶ ἡμεῖς, ὡς αἱ μωραί, τὴν φρικτὴν ἐκείνην ἀπόφασιν. Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου