Εἰς τήν Λειτουργίαν
Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 24: 36-51, 25: 1-46, 26: 1-2
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Περί τῆς ἡμέρας ἐκείνης καί τῆς ὥρας οὐδείς οἶδεν, οὐδέ οἱ Ἄγγελοι τῶν οὐρανῶν, εἰ μή ὁ Πατήρ μου μόνος. Ὥσπερ δέ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ῞Ωσπερ γάρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρό τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καί ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τήν κιβωτόν, καί οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός, καί ἦρεν ἅπαντας· οὕτως ἔσται καί ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· ὁ εἷς παραλαμβάνεται, καί ὁ εἷς ἀφίεται· δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι· μία παραλαμβάνεται καί μία ἀφίεται.
Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. ᾿Εκεῖνο δέ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καί οὐκ ἂν εἴασε διορυγῆναι τήν οἰκίαν αὐτοῦ. Διά τοῦτο καί ὑμεῖς γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱός τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστίν ὁ πιστός δοῦλος καί φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπί τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι αὐτοῖς τήν τροφήν ἐν καιρῷ; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθών ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀμήν λέγω ὑμῖν, ὅτι ἐπί πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Ἐάν δέ εἴπῃ ὁ κακός δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζει ὁ κύριός μου ἐλθεῖν, καί ἄρξηται τύπτειν τούς συνδούλους, ἐσθίειν δέ καί πίνειν μετά τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου, ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καί ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καί διχοτομήσει αὐτόν, καί τό μέρος αὐτοῦ μετά τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμός καί ὁ βρυγμός τῶν ὀδόντων.
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα Παρθένοις, αἵτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου, πέντε δέ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καί αἱ πέντε μωραί. Αἵτινες μωραί, λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δέ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν, μετά τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δέ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καί ἐκάθευδον.
Μέσης δέ νυκτός κραυγή γέγονεν· Ἰδού ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ Παρθένοι ἐκεῖναι, καί ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἱ δέ μωραί ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δέ αἱ φρόνιμοι, λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καί ὑμῖν· πορεύεσθε δέ μᾶλλον πρός τούς πωλοῦντας, καί ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δέ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καί αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τούς γάμους, καί ἐκλείσθη ἡ θύρα.
Ὕστερον δέ ἔρχονται καί αἱ λοιπαί Παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δέ ἀποκριθείς εἶπεν· Ἀμήν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τήν ἡμέραν οὐδέ τήν ὥραν, ἐν ᾗ ὁ Υἱός τοῦ ἀνθρώπου ἔρχεται. ῞Ωσπερ γάρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τούς ἰδίους δούλους, καί παρέδωκεν αὐτοῖς τά ὑπάρχοντα αὐτοῦ, καί ᾧ μέν ἔδωκε πέντε τάλαντα, ᾧ δέ δύο, ᾧ δέ ἕν, ἑκάστῳ κατά τήν ἰδίαν δύναμιν, καί ἀπεδήμησεν εὐθέως.
Πορευθείς δέ ὁ τά πέντε τάλαντα λαβών, εἰργάσατο ἐν αὐτοῖς, καί ἐποίησεν ἄλλα πέντε τάλαντα. Ὡσαύτως καί ὁ τά δύο, ἐκέρδησε καί αὐτός ἄλλα δύο. Ὁ δέ τό ἓν λαβών, ἀπελθών, ὤρυξεν ἐν τῇ γῇ, καί ἀπέκρυψε τό ἀργύριον τοῦ κυρίου αὐτοῦ. Μετά δέ χρόνον πολύν, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καί συναίρει μετ᾿ αὐτῶν λόγον. Καί προσελθών ὁ τά πέντε τάλαντα λαβών, προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη δὲ αὐτῷ ὁ κύριος αὐτοῦ·
Εὖ, δοῦλε ἀγαθέ καί πιστέ! ἐπί ὀλίγα ἦς πιστός, ἐπί πολλῶν σε καταστήσω· εἴσελθε εἰς τήν χαράν τοῦ κυρίου σου. Προσελθών δέ καί ὁ τά δύο τάλαντα λαβών, εἶπε· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθέ καί πιστέ! ἐπί ὀλίγα ἦς πιστός, ἐπί πολλῶν σε καταστήσω· εἴσελθε εἰς τήν χαράν τοῦ κυρίου σου.
Προσελθών δέ καί ὁ τό ἓν τάλαντον εἰληφώς, εἶπε· Κύριε, ἔγνων σε, ὅτι σκληρός εἶ ἀνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καί συνάγων ὅθεν οὐ διεσκόρπισας· καί φοβηθείς, ἀπελθών ἔκρυψα τό τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τό σόν. Ἀποκριθείς δέ ὁ κύριος αὐτοῦ, εἶπεν αὐτῷ· πονηρέ δοῦλε καί ὀκνηρέ! Ἤδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καί συνάγω ὅθεν οὐ διεσκόρπισα!
Ἔδει οὖν σε βαλεῖν τό ἀργύριόν μου τοῖς τραπεζίταις, καί ἐλθών ἐγώ, ἐκομισάμην ἂν τό ἐμόν σύν τόκῳ. Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τό τάλαντον, καί δότε τῷ ἔχοντι τά δέκα τάλαντα. Τῷ γάρ ἔχοντι παντί δοθήσεται, καί περισσευθήσεται, ἀπό δέ τοῦ μή ἔχοντος, καί ὃ ἔχει, ἀρθήσεται ἀπ᾿ αὐτοῦ· καί τόν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τό σκότος τό ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμός, καί ὁ βρυγμός τῶν ὀδόντων.
῞Οταν δέ ἔλθῃ ὁ Υἱός τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καί πάντες οἱ ἅγιοι Ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπί θρόνου δόξης αὐτοῦ. Καί συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τά ἔθνη· καί ἀφοριεῖ αὐτούς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμήν ἀφορίζει τά πρόβατα ἀπό τῶν ἐρίφων, καί στήσει τά μέν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τά δέ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ Βασιλεύς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπό καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καί ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καί ἐποτίσατέ με· ξένος ἤμην, καί συνηγάγετέ με, γυμνός, καί περιεβάλετέ με· ἠσθένησα, καί ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καί ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες·
Κύριε, πότε σε εἴδομεν πεινῶντα, καί ἐθρέψαμεν; ἢ διψῶντα, καί ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον, καί συνηγάγομεν; ἢ γυμνόν, καί περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ, ἢ ἐν φυλακῇ, καί ἤλθομεν πρός σέ; Καί ἀποκριθείς ὁ Βασιλεύς, ἐρεῖ αὐτοῖς· Ἀμήν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνί τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοί ἐποιήσατε. Τότε ἐρεῖ καί τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τό πῦρ τό αἰώνιον, τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ, καί οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καί οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καί οὐ συνηγάγετέ με· γυμνός, καί οὐ περιεβάλετέ με· ἀσθενής καί ἐν φυλακῇ, καί οὐκ ἐπεσκέψασθέ με.
Τότε ἀποκριθήσονται αὐτῷ καί αὐτοί, λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καί οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων· Ἀμήν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνί τούτων τῶν ἐλαχίστων, οὐδέ ἐμοί ἐποιήσατε. Καί ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δέ δίκαιοι εἰς ζωήν αἰώνιον. Καί ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς πάντας τούς λόγους τούτους, εἶπε τοῖς Μαθηταῖς αὐτοῦ· Οἴδατε ὅτι μετά δύο ἡμέρας τό Πάσχα γίνεται, καί ὁ Υἱός τοῦ ἀνθρώπου παραδίδοται εἰς τό σταυρωθῆναι.
Icon by Serhei Vandalovskiy
Εμπιστοσύνη και ελπίδα στον Θεό.
ΑπάντησηΔιαγραφήΠροσευχή και θάρρος
(Όσιος Θεοφάνης ο Έγκλειστος)
Ἔχεις ἀκόμη ἀνησυχίες. Πές μου, ἀπὸ ποῦ θὰ μποροῦσαν νὰ προέρχονται; Ὅλα τὰ ἐξωτερικὰ πᾶνε καλά. Ὅλα τὰ ἐσωτερικὰ τὰ ἔχεις ἐπανεξετάσει καὶ τακτοποιήσει. Τὴν ἀπόφασή σου τὴν ἔχεις πάρει. Ἀπὸ ποῦ, λοιπόν, προέρχονται αὐτὲς οἱ ἀνησυχίες; Ὅλες εἶναι ἀπὸ τὸν ἐχθρό. Ὅλες. Ἀπὸ πουθενὰ ἀλλοῦΤί ἄλλο θὰ μποροῦσε νὰ συμβαίνει; Μήπως σκέφτεσαι νὰ φτιάξεις τὴ ζωή σου μόνη σου, μὲ τὶς δικές σου ἱκανότητες καὶ προσπάθειες; Ἂν πραγματικὰ αὐτὸ σκέφτεσαι, σὲ συμβουλεύω ν’ ἀλλάξεις ἀμέσως γνώμη, ἀλλιῶς δὲν θ’ ἀπαλλαγεῖς ἀπό τὴ σύγχυση καὶ τὴν ταραχή.
Ἐξέτασε πάλι τὸν ἑαυτό σου ἤ θυμήσου ὅ,τι σοῦ ἔχω ὑποδείξει καὶ ὅ,τι ἔχει συμβεῖ μέσα σου σ’ ὅλη τη διάρκεια τῆς ἀλληλογραφίας μας. Θυμήσου, ἐπίσης, ποιὰ ἦταν ἡ ἔκβαση τῶν προβληματισμῶν σου γιὰ τὴ ζωή. Τέλος, δῶσε στὴν αὐτοεξέτασή σου τέτοια κατεύθυνση, ὥστε νὰ καταλήξει σὲ μιά σταθερὴ ἀπόφαση ἀμετάκλητης ἐναποθέσεως τοῦ μέλλοντός σου στὰ χέρια τοῦ Θεοῦ. Καλή Ανάσταση αδελφέ μας Γιώργο !!