Παρασκευή 12 Απριλίου 2024

Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ: ΙΩΑΝΝΟΥ ΤΗΣ ΚΛΙΜΑΚΟΣ




Μάρκ. θ' 17-31


Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτῷ καὶ λέγων· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· Παιδιόθεν καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγὼ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτόν κατ’ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται




Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ: ΗΛΙΑ ΜΗΝΙΑΤΗ, ΕΠΙΣΚΟΠΟΥ ΚΕΡΝΙΤΣΗΣ ΚΑΙ ΚΑΛΑΒΡΥΤΩΝ, ''ΠΕΡΙ ΕΞΟΜΟΛΟΓΗΣΕΩΣ'' 


ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ Δ' ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (2024)


ΜΗΤΡΟΠΟΛΙΤΗ ΘΕΣΣΑΛΟΝΙΚΗΣ κ. ΓΡΗΓΟΡΙΟΥ: Η ΚΛΙΜΑΚΑ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΙ ΤΟ ΕΝΣΑΡΚΩΜΕΝΟ ΠΑΡΑΔΕΙΓΜΑ


ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΠΟΠΟΒΙΤΣ: ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ Δ΄ ΚΥΡΙΑΚΗΝ ΤΩΝ ΝΗΣΤΕΙΩΝ


ΜΑΚΑΡΙΣΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΩΡΩΠΟΥ ΚΑΙ ΦΥΛΗΣ κ. ΚΥΠΡΙΑΝΟΥ Α': ΟΜΙΛΙΑ ΤΗΝ Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (2000)


Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ: Η ΚΛΙΜΑΚΑ ΤΩΝ ΑΡΕΤΩΝ


ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΗΣ ΚΛΙΜΑΚΟΣ: Η ΒΑΘΥΤΕΡΗ ΕΝΝΟΙΑ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ ΚΑΙ ΤΗΣ ΝΗΣΤΕΙΑΣ


ΜΗΤΡΟΠΟΛΙΤΗ ΩΡΩΠΟΥ ΚΑΙ ΦΥΛΗΣ κ. ΚΥΠΡΙΑΝΟΥ Β': ΟΜΙΛΙΑ ΣΤΗΝ Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (2010)


ΣΥΝΤΟΜΟΣ ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΗ ΤΗΣ ΚΛΙΜΑΚΟΣ


ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΛΑΛΟΝ ΚΑΙ ΚΩΦΟΝ, ΕΓΩ ΣΟΙ ΕΠΙΤΑΣΣΩ, ΕΞΕΛΘΕ ΕΞ' ΑΥΤΟΥ ΚΑΙ ΜΗΚΕΤΙ ΕΙΣΕΛΘΗΣ ΕΙΣ ΑΥΤΟΝ


ΚΥΡΙΑΚΗ Δ' ΝΗΣΤΕΙΩΝ: Η ΔΥΝΑΜΗ ΤΗΣ ΠΙΣΤΕΩΣ


ΕΠΙΣΚΟΠΟΥ ΓΑΡΔΙΚΙΟΥ κ. ΚΛΗΜΕΝΤΟΣ: ΟΜΙΛΙΑ ΤΗΝ Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (2008)


''ΔΕΥΤΕ ΕΡΓΑΣΩΜΕΘΑ ΕΝ ΤΩ ΜΥΣΤΙΚΩ ΑΜΠΕΛΩΝΙ''


ΜΑΚΑΡΙΣΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ: Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ - ΑΣ ΠΡΟΣΕΞΟΥΜΕ ΤΑ ΠΑΙΔΙΑ


ΙΩΑΝΝΗ ΦΩΚΥΛΙΔΗ: ΙΩΑΝΝΗΣ Ο ΤΗΣ ΚΛΙΜΑΚΟΣ


ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΤΤΙΚΗΣ ΚΑΙ ΒΟΙΩΤΙΑΣ κ. ΧΡΥΣΟΣΤΟΜΟΥ: ΜΗΝΥΜΑ ΓΙΑ ΤΗΝ Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (2023)


ΚΥΡΙΑΚΗ Δ' ΝΗΣΤΕΙΩΝ ΤΟΥ ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΗΣ ΚΛΙΜΑΚΟΣ


ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ: ΟΜΙΛΙΑ ΣΤΗΝ Δ΄ ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ


Ν ΝΗΣΤΕΙΩΝ - ΑΣ ΠΡΟΣΕΞΟΥΜΕ ΤΑ ΠΑΙΔΙΑ


ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΤΤΙΚΗΣ ΚΑΙ ΒΟΙΩΤΙΑΣ κ. ΧΡΥΣΟΣΤΟΜΟΥ: ΜΗΝΥΜΑ ΓΙΑ ΤΗΝ Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (2024)


ΜΗΤΡΟΠΟΛΙΤΗ ΩΡΩΠΟΥ ΚΑΙ ΦΥΛΗΣ κ. ΚΥΠΡΙΑΝΟΥ Β': ΟΜΙΛΙΑ ΤΗΝ Δ' ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (2022)


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου