Παρασκευή 1 Νοεμβρίου 2024

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΣΤ' ΛΟΥΚΑ: «ΠΕΡΙ ΤΟΥ ΔΑΙΜΟΝΙΖΟΜΕΝΟΥ ΤΗΣ ΓΗΣ ΤΩΝ ΓΑΔΑΡΗΝΩΝ»




Κυριακή Στ΄ Λουκά, Λκ. η’ 26 – 39


«Τῷ καιρῷ ἐκείνῳ, ελθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; Ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς».




ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ: «ΟΜΙΛΙΑ ΠΕΡΙ ΤΗΣ ΘΕΡΑΠΕΙΑΣ ΤΟΥ ΔΑΙΜΟΝΙΖΟΜΕΝΟΥ ΤΩΝ ΓΑΔΑΡΗΝΩΝ»


Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΑΙΜΟΝΙΖΟΜΕΝΩΝ ΤΩΝ ΓΕΡΓΕΣΗΝΩΝ


ΜΑΚΑΡΙΣΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΩΡΩΠΟΥ ΚΑΙ ΦΥΛΗΣ κ. ΚΥΠΡΙΑΝΟΥ Α': «ΟΙ ΑΙΤΙΕΣ ΠΟΥ ΔΑΙΜΟΝΙΖΟΝΤΑΙ ΟΙ ΑΝΘΡΩΠΟΙ»


ΑΠΟΣΠΑΣΜΑ ΟΡΘΡΟΥ ΚΑΙ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΣΤ' ΜΑΤΘΑΙΟΥ (2023)


ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΤΤΙΚΗΣ ΚΑΙ ΒΟΙΩΤΙΑΣ κ. ΧΡΥΣΟΣΤΟΜΟΣ: ΜΗΝΥΜΑ ΓΙΑ ΤΗΝ ΚΥΡΙΑΚΗ ΣΤ' ΛΟΥΚΑ (2023)


ΟΜΙΛΙΑ ΣΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΣΤ' ΛΟΥΚΑ


ΑΓΙΟΥ ΘΕΟΦΥΛΑΚΤΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ: «ΟΜΙΛΙΑ ΠΕΡΙ ΤΟΥ ΛΕΓΕΩΝΟΣ, ΚΕΦΑΛΑΙΟΝ Η'»


ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΣΕΛΕΥΚΕΙΑΣ: «ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΔΑΙΜΟΝΙΖΟΜΕΝΟΝ»


ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΒΕΛΙΜΙΡΟΒΙΤΣ: «ΟΜΙΛΙΑ ΓΙΑ ΤΗΝ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΔΑΙΜΟΝΙΣΜΕΝΟΥ»


ΟΜΙΛΙΑ ΑΕΙΜΝΗΣΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΩΡΩΠΟΥ ΚΑΙ ΦΥΛΗΣ κ. ΚΥΠΡΙΑΝΟΥ Α': «ΥΠΑΡΧΟΥΝ ΔΑΙΜΟΝΕΣ»;


ΜΗΤΡΟΠΟΛΙΤΗ ΛΑΡΙΣΗΣ ΚΑΙ ΠΛΑΤΑΜΩΝΟΣ κ. ΚΛΗΜΕΝΤΟΣ: ΟΜΙΛΙΑ ΓΙΑ ΤΗΝ ΚΥΡΙΑΚΗ ΣΤ' ΛΟΥΚΑ (2007)


ΜΑΚΑΡΙΣΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ - ΚΥΡΙΑΚΗ ΣΤ' ΛΟΥΚΑ: «ΤΟ ΟΝΟΜΑ ΜΑΣ»


Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΙΑ ΤΗ ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΔΑΙΜΟΝΙΖΟΜΕΝΟΥ ΤΩΝ ΓΑΔΑΡΗΝΩΝ


ΜΗΤΡΟΠΟΛΙΤΗ ΑΤΤΙΚΗΣ ΚΑΙ ΒΟΙΩΤΙΑΣ κ. ΧΡΥΣΟΣΤΟΜΟΥ: «ΜΗΝΥΜΑ ΓΙΑ ΤΗΝ ΚΥΡΙΑΚΗ ΣΤ' ΛΟΥΚΑ» 2022