Πᾶν ἁμάρτημα ὃ ἐάν ποιήσῃ ἄνθρωπος, ἐκτός τοῦ σώματός ἐστιν,
ὁ δέ πορνεύων εἰς τό ἴδιον σῶμα ἁμαρτάνει. Φαίη τις ἄν ο φονευτής, εἰπέ μοι, τίνα δή τρόπον ἐνεργήσει τόν φόνον; ἆρ' οὐ δι' αἵματος; εἰ δέ δή τις ἕλοιτο φιλοψογεῖν ἑτέρους, οὐ διά γλώττης ἐστί τοιοῦτος; εἶτα ποῖον ἔσται τῶν πλημμελημάτων ὃ δρῶτο ἂν, οὐχί διά τοῦ σώματος; ψευδοέπης οὖν ἆρα λοιπόν ὁ πνευματοφόρος ἀναφανεῖταί που; μή γένοιτο·
λαλεῖ γάρ ἐν Χριστῷ, Χριστός δέ ἐστιν ἡ ἀλήθεια· ἔσται δή οὖν ἀληθής. εἰ τῇδέ πη. τό χρῆμα διασκεπτόμεθα, εἴ τις ἕλοιτο τυχόν σκαιός εἶναι τούς τρόπους, εἰς ἑτέρους που πάντως ἔσται τοιοῦτος καί οὐκ εἰς ἑαυτόν. ἀποκτενεῖ γάρ ὁ φονευτής, οὐχ ἑαυτόν, ἀλλ' ἑτέρους,
ὑβρίσει δέ καί ὁ λοίδορος οὐχ ἑαυτόν, ἀλλ' ἑτέρους, ἀδικήσει δέ καί ὁ πλεονέκτης οὐχ ἑαυτόν ἀλλ' ἐφ' ἑτέρους, καί ἐφ' ἑκάστῳ τῶν ἐκτόπων τινά τῶν δρωμένων τοιαύτην εὑρήσεις ὁδόν. οὐκοῦν κατά τόνδε τόν τρόπον
Πᾶν ἁμάρτημα ἐκτός τοῦ σώματός ἐστιν, ὁ δέ πορνεύων εἰς τό ἴδιον σῶμα ἁμαρτάνει.
ἁλώσεται γάρ ἀδικῶν αὐτό τό ἴδιον σῶμα, καί τίνα τρόπον, ἐρῶ.
τά μέλη τοῦ σώματος ἡμῶν διά μέν τῆς ἁγνείας Χριστοῦ μέλη μεμενηκότα, μεθέξουσι πάντως τῆς παρ' αὐτοῦ ζωῆς τε καί δόξης·
"μετασχηματίσει γάρ τό "σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς "δόξης αὐτοῦ·"
εἰ δέ δή γένοιτο πόρνης μέλη, πῶς ἂν λάβοι τόν μετασχηματισμόν καί τήν τῆς πρός αὐτόν συμμορφίας λαμπρότητα νοητήν;
ἐγηγερμένων γάρ τῶν ἀπό γῆς σωμάτων κατά τόν τῆς ἀναστάσεως καιρόν
"Ἐκλάμψουσι μέν οἱ "δίκαιοι ὡς ὁ ἥλιος," οἱ δέ ἀσεβεῖς τε καί βέβηλοι καί βεβιωκότες ἐκτόπως, ἐγερθήσονται μέν, οὐ μήν ἔτι καί τήν εὐκλεᾶ διαβιώσονται ζωήν, ἀμέτοχοι δέ μένουσι καί δόξης·
ἀναστήσονται γάρ οὐκ "ἐν κρίσει οὔτε μήν ἐν βουλῇ "δικαίων," ἀλλ' ἐπί ποινῇ καί δίκῃ, κατοιχήσονται γάρ εἰς τό σκότος τό ἐξώτερον·
πῶς γάρ ἐν δόξῃ τό κολαζόμενον;
προσεπάγει δέ τι καί ἕτερον, οὐκ ἀνικάνως ἔχον ἀναπεῖσαι μισεῖν τήν ἐπάρατον τοῦ σώματος ἡδονήν.
Ἐπειδὴ καὶ ὁ φονεύων καὶ ἀτιμάζων καὶ λοιδορῶν, εἰ καὶ σώματι ποιεῖ τὴν ἁμαρτίαν, ἀλλ' ὅμως εἰς ἑτέρους αὐτὸ πράττει, τούτων τῶν τρόπων λέγεται Πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματος, ὁ δὲ πορνεύων αὐτὸ τὸ ἴδιον ἀδικεῖ σῶμα· τὰ σώματα ἡμῶν δι' ἁγνείας μένουσι μέλη Χριστοῦ, καὶ μεταλαμβάνουσι τῆς παρ' αὐτοῦ ζωῆς καὶ δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς "υἱοθεσίας Πνεῦμα," τουτέστι τὸ Ἅγιον, "ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατήρ·"
ἠγοράσμεθα δὲ καὶ τιμῆς, τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐσμὲν οὖν ἄρα ναοὶ Θεοῦ ζῶντος, ἐναυλίζεται γὰρ ἡμῖν δι' Ἁγίου Πνεύματος Χριστὸς, ἔχων ἐν ἰδίᾳ φύσει καὶ τὸν ἐξ οὗ πέφηνεν οὐσιωδῶς Πατέρα καὶ Θεόν· ἔφη γὰρ αὐτός "Ἐάν τις ἀγαπᾷ με, "τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αυτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ "ποιησόμεθα." ἀπέστω δὴ οὖν τῶν ἡμετέρων διανοιῶν ὡς ἀπὸ ναοῦ Θεοῦ ἡ κάκοσμος ἡδονὴ, ἀναφοιτάτω δὲ μᾶλλον καθάπερ ἐν τάξει θυμιαμάτων τῆς ἐγκρατείας ἡ εὐοσμία, καὶ παραστήσωμεν "τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, "εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν" ἡμῶν· ἠγοράσθημεν γὰρ "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ "αἵματι," κατὰ τὸ γεγραμμένον· οὐκοῦν τῷ πριαμένῳ δουλεύσωμεν, αὐτῷ παραστήσωμεν ἑαυτοὺς εἰς ὑπακοὴν, "καὶ "τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ·"
γέγραπται γάρ
ὅτι "Τό δέ σῶμα οὐ τῇ πορνείᾳ ἀλλά τῷ Κυρίῳ, καί ὁ "Κύριος τῷ σώματι." ὅταν τοίνυν τηρῶμεν τά μέλη τοῦ σώματος, τόν ἐκ τῆς φιλοσαρκίας οὐκ ἔχοντα μολυσμόν, τότε καί ὁ Κύριος ἔσται τῷ σώματι· κατοικεῖ γάρ ἐν ἁγίοις ἅγιος ὢν κατά φύσιν ὡς Θεός. Λέγω δέ τοῖς ἀγάμοις καί ταῖς χήραις, καλόν αὐτοῖς ἐστιν ἐάν μείνωσιν ὡς κἀγώ.
Ἐλαφροί καί εὐπάροιστοι κατεφωρῶντο λίαν εἰς πᾶν ὁτιοῦν τῶν σφίσι καθ' ἡδονήν οἱ ἐξ Ἰσραήλ· ταύτῃτοι δικαίως τό χρῆναι γνωμοδοτεῖν παρῄρηντο νόμῳ· ἐπ' αὐτῶν γάρ, φησίν, οὐκ ἔστιν προσθεῖναι, καί ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν·
οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσηγηταί βεβηκότα τόν νοῦν ἔχοντες εἰς τό ἀγαθόν, καί αὐτόν ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα Χριστόν, ἐθαρσήθησαν εἰκότως ἐπ' ἐξουσίας ποιεῖσθαι πολλῆς τούς τῆς ὑφηγήσεως λόγους, κἂν εἰ μή τι κέοιτο τῶν πρακτέων παρά γε τοῖς ἱεροῖς γράμμασιν·
τοιοῦτός τις ὑπάρχων
καί ὁ θεσπέσιος Παῦλος Λέγω δέ φησι τοῖς ἀγάμοις καί ταῖς χήραις, καλόν αὐτοῖς ἐάν μείνωσιν ὡς κἀγώ, καί τά ἑξῆς·
ἔνθα μέν γάρ οὐ θεῖος ἡμῖν νόμος τό Λέγω τέθεικεν ἀναγκαίως·
οὗ δέ Χριστός ὁ προστάττων ἦν, τό Παραγγέλλω φησί, προσεπάγων εὐθύς τό Οὐκ ἐγώ, ἀλλ' ὁ Κύριος· τί δέ ἄρα παρῶπται τῶν ἀναγκαίων νομοθετοῦντι Χριστῷ; ἐπινοοῦσι δέ τί τό ἄμεινον οἱ μυσταγωγοί; καίτοι πῶς οὐκ ἀμαθές καί ἀπόπληκτον παντελῶς τό μή ἀρτίως ἔχειν οἴεσθαι τά παρά Χριστοῦ; τί οὖν ἐροῦμεν; οὐκ ἀπέφησεν τόν γάμον τό εὐαγγελικόν καί θεσπέσιον κήρυγμα, ἐπιμετροῦντος οἶμαί που τοῦ Θεοῦ τῇ ἀνθρώπου φύσει τήν ἐντολήν·
ἔφη γάρ τοῖς πειράζουσι φαρισαίοις ὁ Κύριος ἐρωτήσασιν αὐτόν "Εἰ ἔξεστιν ἀπολῦσαι τήν γυναῖκα αὐτοῦ" μή ἐπί πορνείᾳ, ὅτι ὁ ἀπολύων "τήν γυναῖκα "αὐτοῦ παρεκτός λόγου πορνείας, ποιεῖ αὐτήν μοιχευθῆναι." πρός ταῦτα λέγουσιν αὐτῷ οἱ μαθηταί "Εἰ οὕτως ἐστί τοῦ "ἀνθρώπου ἡ αἰτία μετά τῆς γυναικός, οὐ συμφέρει γαμήσαι· ὁ δέ εἶπεν αὐτοῖς
Εἰσίν εὐνοῦχοι οἵτινες ἐκ κοιλίας "μητρός ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπό τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οίτινες εὐνούχισαν ἑαυτούς διά τήν βασιλείαν τῶν οὐρανῶν· "ὁ δυνάμενος χωρεῖν χωρείτω." προὔθηκε γάρ τοῖς ἐθέλουσι κατορθοῦν, οὐ μήν ὑπήγαγε νόμῳ, ὅτι μή πάντας ἠπίστατο τῶν τῆς σαρκός κινημάτων κατευμεγεθεῖν δύνασθαι.
Εκ του βιβλίου ''του Οσίου Πατρός Ημών ΑΒΒΑ ΗΣΑΙΟΥ Λόγοι ΚΘ''
υπό Αυγουστίνου Μοναχού Ιορδανίτου''
εν Ιεροσολύμοις τύποις ιερού κοινού του Παναγίου Τάφου 1911.
Αναδημοσίευση από την ηλεκτρονική του μορφή ΕΔΩ.
Τίτλος, επιμέλεια κειμένου, παρουσίαση ΑΓΙΟΚΥΠΡΙΑΝΙΤΗΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου